Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος γ’. Τήν ὡραιότητα.
Χριστόν ποθήσασα, ἀπό νεότητος, αὐτοῦ τοῖς ἴχνεσι, κατηκολούθησας, ἐν ἀρεταῖς ἀσκητικαῖς ἐκλάμπουσα Ἀνυσία· ὅθεν καί ἀθλήσασα, πρός νυμφῶνα οὐράνιον, χαίρουσα ἀνέδραμες, ὡς παρθένος θεόληπτος, πρεσβεύουσα ὑπέρ τῶν βοώντων· χαῖρε σεμνή Ὁσιομάρτυς.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας χάρισι, κεκοσμημένη Ὁσία, μαρτυρίου ἤνυσας, γνώμῃ ἀνδρείᾳ τό σκάμμα· ὅθεν σε, διπλοῖς στεφάνοις ὁ σός Νυμφίος ἔστεψεν, ὁ κατ’ ἀξίαν νέμων τά γερά· ὃν δυσώπει Ἀνυσία, ὑπέρ τῶν πίστει ἀνευφημούντων σε.

Μεγαλυνάριον.
Τῆς Θεσσαλονίκης θεῖος βλαστός, καί ἄμωμος νύμφη, τοῦ Παντάνακτος Ἰησοῦ, ὤφθης Ἀνυσία, ἀσκήσει καί ἀθλήσει, ἐχθρόν καταβαλοῦσα, τόν πολυμήχανον.

Pin It