Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Τχύ προκατάλαβε.
Παρθένος ἀκήρατος, καί Ἀθληφόρος σεμνή, ἐδείχθης τοῖς πέρασι, τῇ ἀγαπήσει Χριστοῦ, Ἀκυλίνα θεόνυμφε· σύ γάρ καθάπερ ῥόδον, νοητόν τεθηλυῖα, ἔπνευσας ἐν ἀθλήσει, τῆς ἁγνείας τήν χάριν, πρεσβεύουσα τῷ Κυρίῳ, ὑπέρ τῶν τιμώντων σε.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ραντισμοῖς αἱμάτων σου, καθηγνισμένην παρθένε, καί Μαρτύρων στέμμασι, σέ Ἀκυλίνα στεφθεῖσαν, δέδωκε, τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν, καί σωτηρίαν ὁ σός Νυμφίος, τοῖς προστρέχουσιν ἐν πίστει, Χριστός ὁ βρύων, ζωήν αἰώνιον.

Μεγαλυνάριον.
Μύρων αἰσθομένη τῶν νοητῶν, Μάρτυς Ἀκυλίνα, ὡς νεᾶνις πανευπρεπής, κόσμου τό δυσῶδες, ἐμφρόνως ὑπερεῖδες, καί ἄθλοις μαρτυρίου, Χριστῷ νενύμφευσαι.

Pin It