Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον λόγον.
Φερωνύμως ὡς δένδρον σεμνή ἐξήνθησας, ἐν διεξόδοις ὑδάτων τῶν τῆς ἀσκήσεως, καί προσήγαγες ἡμῖν καρπόν οὐράνιον, ὁμολογίας ἱερᾶς, καί ὁσίων ἀρετῶν, Ἀνθοῦσα Ὁσία Μῆτερ, καί τῷ Σωτῆρι πρεσβεύεις, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἀρετῶν σου Ἀνθοῦσα τήν ἄνθησιν, ὁμολογίας ἀγῶσιν ἐφαίδρυνας· ἐντεπυθεν Χριστός σε ἐδόξασεν, θαυματουργίαις ποικίλαις καί χάρισιν, ὁ μόνος ὑπάρχων φιλάνθρωπος.

Μεγαλυνάριον.
Χάριτι Ὁσία ἀσκητικῇ, ἔλαμψας ἐν κόσμῳ καί ἐδόξασας τόν Χριστόν, τῆς ὁμολογίας, τοῖς σκάμμασιν Ἀνθοῦσα· διό ἀντεδοξάσθης, ἀξίως ἔνδοξε.

Pin It