Loading...

003

Πρὸ τοῦ γεύματος.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον (γ’).

Χριστὲ ὁ Θεός ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων Σου, ὅτι Ἅγιος εἶ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὸ γεῦμα - Εὐχαριστία.

Εὐχαριστοῦμέν Σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου Σου βασιλείας, ἀλλ’ ὡς ἐν μέσῳ τῶν Μαθητῶν Σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ’ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Πρὸ τοῦ δείπνου

Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες Αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. ᾿Αμήν. Äι᾿ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. ᾿Αμήν

Μετὰ τὸ δεῖπνον

Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί Σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἠγαλλιασάμεθα. ᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. ᾿Απὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐνεπλήσθημεν. ᾿Εν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσομεν, ὅτι Σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισας ἡμᾶς. ᾿Αμήν. Äι᾿ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. ᾿Αμήν.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

© Copyright 2023 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top