Loading...

008

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. (γ΄)

Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν Σου, Χριστέ προσκυνοῦμεν, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν, ὑμνοῦμεν καὶ δοξάζομεν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός Σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν Αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Αναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ Τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.

μήν.

© Copyright 2023 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top