Πηγή: http://www.synaxarion.gr/gr/index.aspx
Ἀπολυτίκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱερωσύνης τῇ στολῇ διαπρέπων, ἀθλητικῶς τὸν δυσμενῆ ἐτροπώσω, ὡς Ἱεράρχης ἔνθεος Θεόπεμπτε· ὅθεν πρὸς ἐπίγνωσιν, ἀληθείας προσάγεις, Θεωνᾶν τὸν ἔνδοξον, προσελθόντα Κυρίῳ· μεθ’ οὗ δυσώπει πάντοτε σοφέ, ὑπὲρ τῶν πίστει, τιμώντων τοὺς ἄθλους σου.
Κοντάκιον. Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Ὡς ἱερεὺς, τῶν ἀπορρήτων ὅσιος, καὶ λειτουργὸς, θεοειδὴς τῆς χάριτος, μαρτυρίου τοῖς παλαίσμασι, μυσταγωγεῖς πρός πίστιν ἔνθεον, Θεόπεμπτε τὸν Θεωνᾶν τὸν ἔνδοξον, μεθ’ οὗ ἐν τῷ σταδίῳ ἀνεκραύγαζες· Χριστὸς τῶν Μαρτύρων τὸ ἑδραίωμα.
Μεγαλυνάριον.
Αἴγλη διαλάμπων ἀθλητικῇ, Θεόπεμπτε μάκαρ, κατεφώτισας πρὸς ζωήν, Θεωνᾶν τὸν θεῖον, θαυμάτων ἐνεργείᾳ, μεθ’ οὗ καὶ συναθλήσας, ἡμῶν μνημόνευε.