Πηγή: http://www.synaxarion.gr/gr/index.aspx
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ Πνεύματι, συντεταγμένοι, δῆμος ὤφθητε, τροπαιοφόρος, Ἀθλοφόροι τοῦ Σωτῆρος πανθαύμαστοι· ὁμοφροσύνῃ γὰρ γνώμης ἑνούμενοι, μαρτυρικῶς τὸν ἐχθρὸν ἐτροπώσασθε. Ἀλλ' αἰτήσασθε, Τριάδα τὴν Ὑπερούσιον, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χορὸς Μαρτύρων τηλαυγὴς καὶ φωσφόρος, ἐξανατείλας νοητῶς καταυγάζει, τὴν Ἐκκλησίαν σήμερον θαυμάτων βολαῖς· ὅθεν ἑορτάζοντες, τὴν σεπτὴν αὐτῶν μνήμην, αἰτοῦμέν σε Σωτὴρ ἡμῶν, ταὶς αὐτῶν ἱκεσίαις, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ἐλεήμων Θεὸς καὶ φιλάνθρωπος.
Μεγαλυνάριον.
Χαίροις οὐρανία παρεμβολή, Μάρτυρες Κυρίου, οἱ τριάκοντα πρὸς τρισίν, οἱ τὰς μυριάδας, ἐχθρῶν τῶν νοουμένων, ἀθλήσεως τοῖς ὅπλοις, καταπαλαίσαντες.