ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἦχος πλ. α'
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου .
Ἡ ζωὴ πῶς θνῄσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾷς.
Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου, δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.
Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
Ἡ ζωὴ ἐν τάφῳ κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῷ Κόσμῳ, τὴν ζωήν.
Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἑλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα.
Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.
Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου...
Ἰησοῦ γλυκύ μοι, καὶ σωτήριον φῶς, τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι; ὢ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς!
Ἀνταπόδος τῷ δούλῳ σου, ζῆσόν με, καὶ φυλάξω τοὺς λόγους σου.
Ὢ θαυμάτων ξένων! ὢ πραγμάτων καινῶν! Ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
Ὁ τὴν γῆν κατέχων, τῇ δρακὶ νεκρωθείς, σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῆς ᾍδου συνοχῆς.
Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
Ὡς φωτὸς λυχνία, νῦν ἡ σάρξ τοῦ Θεοῦ, ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν ᾍδη σκοτασμόν.
Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου.
Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς Ἀδάμ, καὶ ἐν γῆ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾍδου κατελήλυθας ζητῶν.
Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν...
Δακρυρρόους θρήνους, ἐπὶ σὲ ἡ Ἁγνή, μητρικῶς ὦ Ἰησοῦ ἐπιρραίνουσα, ἀνεβόα· Πῶς κηδεύσω σε Υἱὲ;
Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας...
Ὑπὸ γῆν ἐκρύβης, ὥσπερ ἥλιος νῦν, καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι, ἀλλ' ἀνάτειλον φαιδρότερον Σωτήρ.
Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
Νοεραί σε τάξεις, ἡπλωμένον νεκρόν, καθορῶσαι δι' ἡμᾶς ἐξεπλήττοντο, καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.
Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
Τῶν Ἀγγέλων Σῶτερ, χαρμονὴ πεφυκώς, νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος, καθορώμενος σαρκὶ ἄπνους νεκρός.
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου...
Ὁ ζωῆς ταμίας, πῶς ὁρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον, πῶς δ' ἐν μνήματι συγκλείεται Θεός:
Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν.
Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι' ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Οἴμοι φῶς τοῦ Κόσμου! οἴμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Ὦ Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Πότε ἴδω Σῶτερ, σὲ τὸ ἄχρονον φῶς, τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου; ἡ Παρθένος ἀνεβόα γοερῶς.
Δόξα...
Ἀνυμνοῦμεν Λόγε σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.
Καὶ νῦν ... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Εἶτα Συναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως καὶ ἡ Ἐκφώνησις
Ὅτι εὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
![]()
Καὶ θυμιάσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τῆς δευτέρας στάσεως.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ. α'
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με, συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην· τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς .
Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.
Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἡπλωμένον γῇ, φρίττουσιν ὁρῶντα τὰ Σεραφίμ.
Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.
Ὕπνωσας Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ, καὶ βαρέως ὕπνου ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας, τὸ τῶν ἀνθρώπων γένος.
Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου
Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; φρίττων ἀνεβόα ὁ Ἰωσήφ.
Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ' ἐξαναστὰς ὑπερέλαμψας, καλλωπίσας τους βροτοὺς θείαις αὐγαῖς.
Ητοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου
Μύροις σὲ Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες· Φρῖξον, ἀνεβόων, πᾶσα ἡ γῆ.
Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε...
Σὺ ὡς ὢν ζωῆς, χορηγὸς Λόγε τοὺς Ἰουδαίους, ἐν Σταυρῷ ταθεὶς οὐκ ἐνέκρωσας, ἀλλ' ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.
Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με
Ἔδυς τῇ σαρκί, ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος, καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.
Ἥλιος ὁμοῦ, καὶ σελήνη σκοτισθέντες Σῶτερ, δούλους εὐνοοῦντας εἰκόνιζον, οἱ μελαίνας ἀμφιέννυνται στολάς.
Χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου
Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.
Αγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου
Οἴμοι ὦ Υἱέ! ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει· ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.
Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα.
Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σὲ Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου
Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.
Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σε εἶδεν, Ἤλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.
Κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με
Ὕμνοις σου Χριστέ, νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇ ταφῇ.
Δόξα...
Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.
Καὶ νῦν ... Θεοτοκίον
Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.
Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Εἶτα Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίθῳ, καὶ τῷ παναγίθῳ, σου ί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
![]()
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἠχος γ'
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.
Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ σε κηδεύει.
Ως γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.
Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.
Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καί φῶς ταῖς τρίβοις μου
Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Ὡς νεκρὸν τὸν ζῶντα, σὺν Μυροφόροις πάντες, μυρίσωμεν ἐμφρόνως.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.
Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.
Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τὸν ᾍδην καθελόντι.
Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου.
Ὕπτιον ὁρῶσα, ἡ Πάναγνός σε Λόγε, μητροπρεπῶς ἐθρήνει.
Ἐνετείλω δικαιοσύνην, τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα
Ὧ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;
Εξέτηξέ με ο ζήλός σου, ότι επελάθοντο των λόγων σου οι εχθροί μου
Θάνατον θανάτῳ, σὺ θανατοῖς Θεέ μου, θείᾳ σου δυναστείᾳ.
Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;
Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυρροοῦσα, τὰ σπλάγχνα κεντουμένη.
Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;
Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφω προσελθοῦσαι, προσέφερόν σοι μύρα.
Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
Ἀνάστα Ζωοδότα, ἡ σὲ τεκοῦσα Μήτηρ, δακρυρροοῦσα λέγει.
Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με.
Οὐράνιοι Δυνάμεις, ἐξέστησαν τῷ φόβῳ, νεκρὸν σε καθορῶσαι.
Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.
Κλαίει καὶ θρηνεῖ σε, ἡ πάναγνός σου Μήτηρ, Σωτήρ μου νεκρωθέντα.
Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου.
Ἔρραναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωῒ ἐλθοῦσαι. (τρις)
Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Εἰρήνην Ἐκκλησία, λαῷ σου σωτηρίαν, δώρησαι σῇ Ἐγέρσει.
Δόξα...
Ὦ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.
Καὶ νῦν ... Θεοτοκίον
Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.
Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.
Εἶτα Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἰ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶς τῶν αἰωνῶς.
Χορὸς Ἀμήν.
![]()
Εὐλογητάρια
Ἦχος πλ. α'
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαν.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἤσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δὲ Ἀπόστόλοιτε δὲ Ἀπόστόσιν.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου Σῶτερ ἐνηχοῦντο, Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφίμ, κράζοντες· τὸ Ἅγιος, Ἅγιος, Ἅγιος, Ἅγιος.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἄνθρωπος Θεὸς σοῦ.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


