Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ’ ό το Θεός Κύριος, ως συνήθως, και το εξής
Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτωνδιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ.
Παντί πιστώ προσερχομένω μορφήν σου
την παναγίαν κατασπάσασθαι δίδου
υγείαν, Μητρόθεε, κατ’ άμφω γοργώς,
Αθηναίων έφορε, αρωγέ και ακέστορ,
Γρηγορούσα Δέσποινα, και ως κρήνη θαυμάτων
έκχεε πάσι νάματα χαράς,
ειρήνης, σθένους, ισχύος και ρώσεως.
Δόξα Και νύν
Ου σιωπήσομεν ποτέ, Θεοτόκε,
τας δυναστείας σου λαλείν οι ανάξιοι
Ει μη γαρ συ προΐστασο πρεσβεύουσα,
τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων;
Τίς δε διεφύλαξεν έως νύν ελευθέρους;
Ούκ αποστώμεν, Δέσποινα, εκ σού
σούς γάρ δούλους σώζεις αεί έκ παντοίων δεινών.
Είτα ο Ν’ Ψαλμός και ο Κανών, ου η Ακροστιχίς
«Γρηγορούσα, γοργώς ημών επάκουσον, Χ. Μ. Μ.»
Ωδή α’. Υγράν διοδεύσας.
Γοργώς επακοούσα προσευχών
ημών, Γρηγορούσα,
μη ελλείπης, των ευλαβώς
σπευσόντων μορφήν σου προσκυνήσαι
την χαριτόβρυτον, άχραντε Δέσποινα.
Ρανίδας κατάπεμψον υετού,
σεμνή Γρηγορούσα,
επί πάντας τους ευσεβείς,
εικόνα σου κατασπαζομένους
εν ταίς Αθήναις εξ ύψους ευκλείας σου.
Η κόσμου ετοίμη καταφυγή,
πιστούς Γρηγορούσα,
επευλόγει διηνεκώς,
τους σπεύδοντας βίου εν ανάγκαις
ση πανσθένει, Μητροπάρθενε, χάριτι.
Γλυκύτητα γεύσασθαι των πολλών
χαρίτων σου, Μήτερ,
καταξίωσον και ημάς
υμνούντας εκθύμως, Γρηγορούσα,
την εν δεινοίς ενεργή σου αντίληψιν.
Ωδή γ’. Ουρανίας αψίδος.
Οδηγός προς σκηνώσεις
των ουρανών πέλουσα
πάντων ευσεβών, Γρηγορούσα,
μακαριζόντων σε,
δείξον ημίν ατραπόν
της σωτηρίας, μορφήν σου
σπεύδουσιν ασπάσασθαι,
την χαριτόβρυτον.
Ρύσαι βλάβης δολίου
και πειρασμών δούλους σου,
Μήτερ του Θεού, Γρηγορούσα,
τους καταφεύγοντας
εις προστασίαν την σήν
και θείαν σκέπην, Παρθένε,
ευσεβών κραταίωμα
έν περιστάσεσι.
Ουρανών υπερτέρα,
ως θησαυρόν άσυλον
έχει Αθηναίων η πόλις
θείαν εικόνα σου,
ήν προσκυνούντες πιστώς
σής απολαύομεν πάντες,
Γρηγορούσα, χάριτος,
Θεογεννήτρια.
Ύμνοις μέλποντες πάντες
οι ευσεβείς σκέπην σου,
Μήτερ Γρηγορούσα, βοώμεν
Φύλαξ και πρόμαχε
σών ευλαβών οικετών,
μη διαλείπης θεόθεν
σοί τους καταφεύγοντας
καθαγιάζουσα.
Επάκουσον
ημών δεήσεων, πάνσεμνε Γρηγορούσα,
και κατάπεμψον υετόν γοργώς της σης χάριτος
σοίς δούλοις νεφέλη ως ομβροτόκος.
Επίβλεψον
έν ευμενεία, πανύμνητε Θεοτόκε,
επί την εμήν χαλεπήν τού σώματος κάκωσιν
και ίασαι της ψυχής μου το άλγος.
Αίτησις και το Κάθισμα.
Ήχος β’. Πρεσβεία θερμή.
Ελέους κρουνούς ευσυμπαθήτως άνοιξον
δροσίσαι πιστούς εν καύματι των θλίψεων,
Γρηγορούσα, στένοντας
η αεί ημών επακούουσα,
των Αθηναίων άγρυπνε φρουρέ,
εικόνα σεπτήν ασπαζομένων σου.
Ωδή δ’. Εισακήκοα, Κύριε.
Σεβασμίαν εικόνα σου
προσκυνούντες χάριτος απολαύομεν,
Γρηγορούσα, ουρανίου σου
και πανευλαβώς σέ μεγαλύνομεν.
Άνοιξόν μοι ελέους σου
ποταμούς αρδεύσαι καρδίαν άνικμον,
Γρηγορούσα, του οικέτου σου,
ρείθρον θείας χάριτος πολύρρυτον.
Γρηγορούσα, επόπτευε
πόλιν Αθηναίων, σε μεγαλύνουσαν
ώς αυτής φρουρόν ανύστακτον,
θείον παραμύθιον και έφορον.
Ουρανόθεν την χάριν σου,
Γρηγορούσα, πέμψον τοίς σοί προστρέχουσι
και ασπαζομένοις έκτυπον
σού το ιερόν και θαυματόβρυτον.
Ωδή ε’. Φώτισον ημάς.
Ρύσαι συμφορών,
Γρηγορούσα, και στενώσεων
τούς προστρέχοντας τη σή επισκοπή
και υμνούντας την πληθύν των θαυμασίων σου.
Γέρας τιμαλφές
Αθηναίων και θησαύρισμα,
Γρηγορούσα, του Ναού Ταξιαρχών
Αγοράς εν Πύλη πέλεις πολυτίμητον.
Ώφθης αληθώς
τρυχομένων καταφύγιον,
Γρηγορούσα, θλιβομένων χαρμονή
και νοσούντων ανιάτως η ιάτειρα.
Σκέπασον ημάς,
Γρηγορούσα, υπό στέγην σου
τών πτερύγων και προς θείαν ατραπόν
σωτηρίας καθοδήγησον σους πρόσφυγας.
Ωδή στ’. Την δέησιν.
Η χάρις σου, Γρηγορούσα πάνσεμνε,
αγιάζει και στηρίζει εν βίω
τους σούς οικέτας, Κυρία Παρθένε,
ασπαζομένους μορφής σου εκτύπωμα,
εν τω Ναώ Ταξιαρχών,
τώ κοσμούντι Ατθίδα την εύανδρον.
Μνημόνευε των μακαριζόντων σε,
Γρηγορούσα, Θεοτόκε, Παρθένε,
και προσκυνούντων την θείαν εικόνα,
φοιτητιώσαν νεότητα σκέπουσαν
και στηντηρούσα ασινή
βελεμνών του δεινού πολεμήτορος.
Ως ένθερμον βοηθόν εν κλύδωσι
ποντουμένων, Γρηγορούσα, τιμώμεν
σε και στερράν βακτηρίαν εν βίω
των κλονουμένων, Μητρόθεε άχραντε,
και προσκυνούμεν ευλαβώς
εν Αθήναις την θείαν εικόνα σου.
Νοσήματα εκδιώκεις τάχιστα,
Γρηγορούσα, και παρέχεις ιάσεις
τοις καθ’ εκάστην προστρέχουσι πίστει
τη χάριτί σου, απείρανδρε Δέσποινα,
Ναού σεπτών Ταξιαρχών
Αγοράς εν τη Πύλη θησαύρισμα.
Επάκουσον
ημών δεήσεων, πάνσεμνε Γρηγορούσα,
και κατάπεμψον υετόν γοργώς της σής χάριτος
σοις δούλοις νεφέλη ως ομβροτόκος.
Άχραντε,
η δια λόγου τον Λόγον ανερμηνεύτως
επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον
ως έχουσα μητρικήν παρρησίαν.
Αίτησις και το Κοντάκιον.
Ήχος β’. Τοίς των αιμάτων σου.
Εξ ύψους θείας ευκλείας σου, Άχραντε,
προσκυνητάς σου ευλόγει αείποτε
και πλήρου δίκαια πάντων αιτήματα
μεγαλυνόντων πληθύν θαυμασίων σου,
ευσυμπαθές Γρηγορούσα, Μητρόθεε.
Προκείμενον.
Μνησθήσομαι τού ονόματός Σου εν πάση γενεά και γενεά.
Στίχος. Το πρόσωπόν σου λιτανεύσουσιν οι πλούσιοι του λαού.
Ευαγγέλιον Κατά Λουκάν (Κεφ. Α’ 39-49, 56)
Τώ καιρώ εκείνω αναστάσα Μαριάμ μετά σπουδής….
Δόξα.
Ταίς της Γρηγορούσης
πρεσβείες, Ελεήμον,
εξάλειψον τα πλήθη
των εμών εγκλημάτων.
Και νύν.
Ταίς της Θεοτόκου
πρεσβείες, Ελεήμον,
εξάλειψον τα πλήθη
των εμών εγκλημάτων.
Προσόμοιον. Ήχος πλ. β’. Όλην αποθέμενοι.
Στίχος. Ελεήμον, ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου.
Πέμψον θείον έλεος
των Αθηναίων τοίς δήμοις
του Χριστού, του Κτίσαντος
Λόγου, ευσυμπάθητε
Μήτερ, κράζομεν,
τοίς πιστώς σπεύδουσι
χάριτί σου θεία,
Γρηγορούσα παντευλόγητε,
η κατοικτίρουσα
σέ τούς ακλινώς μακαρίζοντας,
θεόθεν αγιάζουσα
τούς εκδεχομένους σήν εύνοιαν
και επευλογούσα
λαόν κατασπαζόμενον πιστώς
εν Αγοράς Πύλη έκτυπον
σού το πανσεβάσμιον.
Σώσον, ο Θεός, τον λαόν Σου…
Ωδή ζ’. Οι εκ τής Ιουδαίας.
Ελεούσα μη παύση,
Γρηγορούσα Παρθένε,
τούς προσιόντας σοι
και μακαρίζοντάς σε
είς πάντας τούς αιώνας
ως χαράς κόσμου πρόξενον
και λυπηρών ταχινήν
ολέτειραν, Παρθένε.
Παντευλόγητε Μήτερ,
Γρηγορούσα, θεόθεν
τούς προσκυνούντάς σου
εικόνα την αγίαν
εν Αθηνών τη πόλει
επευλόγει και πάρεχε
σήν χάριν την δαψιλή
τοίς μακαρίζουσί σε.
Αφθαρσίας προς δόμους,
Γρηγορούσα Κυρία,
πιστούς κατεύθυνον,
και προς επάλξεις θείας
χαράς και ευφροσύνης,
Ελεούσα πανύμνητε,
προσκυνητών σου πθξίς
δεικνύουσα τον πόλον.
Κόπασόν μου τον σάλον
των παθών, Γρηγορούσα,
καθικετεύω σε,
ο σπεύδων χάριτί σου
τη θεία και δοξάζων
τον πανάχραντον Τόκον σου,
προς απαθείας οδόν
τον κατευθύνοντά με.
Ωδή η’. Τον Βασιλέα.
Οδήγησόν με
προς Βασιλείαν αγήρω,
Γρηγορούσα, πιστώς προσκυνούντα
Αθηνών εν πόλει
εικόνα σου την θείαν.
Ύμνοις τιμώμεν
σε ως πηγήν συμπαθείας,
Γρηγορούσα, εκχέουσαν πάσι
νάματα ισχύος,
χαράς και υγείας.
Συμπάθησόν με,
θαυματουργέ Γρηγορούσα,
και παράσχου μοι σθένος και ρώμην,
τώ τη χάριτί σου
προσφεύγοντι, Παρθένε.
Όλη εφέσει
ψυχής υμνώ σε προθύμως
Γρηγορούσα, ο γνούς την σήν χάριν
και την αρωγήν σου
εκ χρόνων την ετοίμην.
Ωδή θ’. Κυρίως Θεοτόκον.
Νύν, Μήτερ Γρηγορούσα,
δήμοι Αθηναίων
κατασπαζόμενοι θείαν εικόνα σου
χαράς πληρούνται και σθένους συντρίψαι δαίμονας.
Χριστού αγία Μήτερ,
Κεχαριτωμένη,
πέμψον πιστοίς, Γρηγορούσα, την χάριν σου,
τοίς ευλαβώς προσκυνούσι μορφής σου έκτυπον.
Μετά των Αρχαγγέλων,
Μήτερ Γρηγορούσα,
σκέπε σούς δούλους και ρύου συμπτώσεων
αυτούς, εν πίστει εικόνα
τούς προσκυνούντάς σου.
Μη παύση δυσωπούσα
σόν Υιόν διδόναι
σοίς υμνηταίς, Γρηγορούσα, τά πρόσφορα
και καταπέμπειν Υιού σου ημίν το έλεος.
Άξιον εστί….. και τα παρόντα Μεγαλυνάρια.
Χαίροις, Γρηγορούσα Μήτερ Θεού
Αθηνών την πόλιν
η φρουρούσα διηνεκώς
και προσκυνηταίς σου
παρέχουσα θεόθεν
υγίειαν κατ’ άμφω,
ρώσιν και δύναμιν.
Έχει η περίοικος Αγοράς
Πύλης εν Αθήναις,
Γρηγορούσα Μήτερ Θεού,
σήν σεπτήν εικόνα
ως ρείθρον ιαμάτων
και θαυμασίων ξένων
κρήνην ακένωτον.
Χαίρε, η ετοίμη εν συμφοραίς
σκέπη και προστάτις,
Γρηγορούσα, Μήτερ Θεού,
πάντων Αθηναίων,
εν πίστει προσκυνούντων
την θείαν σου εικόνα
και χαριτόβρυτον.
Σκέπε αενάως τούς φοιτητάς,
σε υμνολογούντας,
Γρηγορούσα θαυματουργέ,
ως επιτυχίας
αυτών σφραγίδα θείαν
και αρετής προόδου,
Δέσποινα, πρόξενον.
Μη ελλείπης πάντας σούς υμνητάς,
Γρηγορούσα, Μήτερ
του Παντάνακτος Ιησού,
ρυομένην πόνων,
τούς μακαρίζοντάς σε
ως ρύστιν και προστάτιν
και αντιλήπτορα.
Ρύου νεολαίαν εκ δυσμενούς
επηρείας, βλάβης,
γρηγορούσα, και πειρασμού,
σπεύδουσαν εικόνα
προθύμως προσκυνήσαι
εν Αγοράς τη Πύλη,
την χαριτόβρυτον.
Πάσαι των Αγγέλων αι στρατιαί,
Πρόδρομε Κυρίου,
Αποστόλων η δωδεκάς,
οι Άγιοι πάντες,
μετά της Θεοτόκου
ποιήσατε πρεσβείαν
είς το σωθήναι ημάς.
Το Τρισάγιον και το Απολυτίκιον.
Ήχος πλ. α’. Τον συνάναρχον Λόγον.
Την γοργώς θείαν χάριν πιστοίς παρέχουσαν
και αναβλύζουσαν πάσι
των ιαμάτων κρουνούς,
Γρηγορούσαν Θεοτόκον, μεγαλύνωμεν
ως κολυμβήθραν Σιλωάμ
άλλην κράζοντες πιστώς
Ιάτειρα Αθηναίων
και ασθενούντων ακέστορ,
ημών εκπλήρου τα αιτήματα.
Εκτενής και Απόλυσις, μεθ’ ήν ψάλλομεν το εξής
Ήχος β’. Ότε εκ του Ξύλου.
Δεύτε, χριστωνύμων οι χοροί
και τών Αθηναίων οι δήμοι
εν κατανύξει πολλή
προσκυνήσαι δράμωμεν
μορφής το έκτυπον
Γρηγορούσης το πάνσεπτον,
εκβλύζον ιάσεις
ευσεβέσιν άπασιν
ως κρήνη άφθονος
χάριτος και είπωμεν πόθω
Χαίρε, θαυμαστή Γρηγορούσα,
Μήτερ ευσυμπάθητε του Κτίσαντος.
Δέσποινα, πρόσδεξαι
τάς δεήσεις των δούλων σου
και λύτρωσαι ημάς
από πάσης ανάγκης και θλίψεως.
Τήν πάσαν ελπίδα μου
είς σέ ανατίθημι,
Μήτερ του Θεού,
φύλαξόν με υπό τήν σκέπην σου.
Δίστιχον.
Γρηγορούσα Μήτερ, ευλόγει θεόθεν
Σούς δούλους, Γεώργιον και Χαραλάμπη.
ΤΕΛΟΣ
ΚΑΙ ΔΟΞΑ
ΤΩ ΜΟΝΩ ΑΛΗΘΙΝΩ
ΘΕΩ ΗΜΩΝ
Αριθμ. Καταλ. ΙΙ 921 / 22-6-23
