WHAT ARE YOU LOOKING FOR?

Popular Tags

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γοργοϋπήκοον

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν, οἱ ἐν κινδύνῳ καὶ αὐτὴ νῦν προσπέσωμεν, ἀπὸ βαθέων κράζοντες καὶ πόνου ψυχῆς· Τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως Κόρη, ὡς Γοργοϋπήκοος φερωνύμως κληθεῖσα, σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις, ἑτοίμη βοήθεια.

Δόξα.

Ὅμοιον.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πτασιμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Καὶ νῦν.

Ὅμοιον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Θαυμάτων τῶν θείων σου τὴν πληθύν, καί τῶν τεραστίων, εὐφημῆσαι ἐπιχειρῶν, σοῦ δέομαι Κόρη ἐκ καρδίας, Γοργοϋπήκοε χάριν παράσχου μοί.

Τὶς οὐκ ἐκπλαγείη τῆς σῆς Μορφῆς, τὰ θαύματα Κόρη, ἐκ γὰρ ταύτης τῷ λειτουργῶ, Τραπέζης, ἐφώνησας τρισσάκις, Γοργοϋπήκοος ὅθεν ὠνόμασαι.

Πῶς σου τὸ τεράστιον ἐξειπεῖν, δυνήσομαι Κόρη; Σὺ γὰρ πρώην τὸν ἀπειθῆ, μοναχὸν ἀόμματον εἰργάσω, καὶ πάλιν τοῦτον κατέστησας βλέποντα.

Χαῖρε καὶ εὐφραίνου θεία Μονή, τοῦ Δοχειαρίου, σὺ γὰρ ἔσχες τὴν τοῦ παντὸς Κυρίαν καὶ προστάτιδα καὶ σκέπην καθάπερ Αὕτη σαφῶς ἐπηγγείλατο.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος

Τοὺς ἀτέκνους εὐτέκνους, σὺ Μαριάμ ἔδειξας καὶ τὰς στειρευούσας μητέρας, Κόρη ἐποίησας, Γοργοϋπήκοε, εὐφραινομένας ἐν τέκνοις τὶς οὐκ ἐξίσταται τὰ μεγαλεία Σου;

Βουλγαρία κηρύττει, τῆς σῆς Μορφῆς θαύματα, ἡ Γοργοϋπήκοος Κόρη, Δύσις Ἐώα τὲ κρήνη γὰρ γέγονας, βλύζουσα χάριτας πᾶσι, τοῖς προσκαλουμένοις σου, τὸ Θεῖον Ὄνομα.

Τοῦ καρκίνου τὸ πάθος, ἐκ τῆς χειρὸς οἴχεται τοῦ σεμνοῦ γυναίου Παρθένε, τῇ ἐπισκέψει σου ὅθεν ἡ πάσχουσα, ἐκ τῆς ὀδύνης λυθεῖσα, χαίρουσα ἐκήρυττε τὰ χαριστήρια.

Θαυμαστῶς ὡραιώθη, ἡ σὴ εἰκὼν Πάναγνε, καὶ ὑπὲρ ἀκτίνας ἡλίου, φωτίζει ἅπαντας Γοργοϋπήκοε, τὶς οὖν αὐτὴν ἐπενέσει, ἢνπερ καὶ οἱ Ἄγγελοι, φόβῳ καλύπτουσιν;

Ἐπάκουσον, Γοργοϋπήκοε κόρη Θεογεννῆτορ, τὰς ἱκεσίας παρθένε τῶν δούλων σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χάριν ἁγνὴ τῷ σῷ ἱκέτῃ παράσχου μοί, ὡς τῆς χαρᾶς τὸ δοχεῖον.

Αἴτησις καὶ τὸ Κάθισμα

Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πολέμοις Ἁγνή, πολλοῖς περικυκλούμενοι, ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων Δέσποινα· σοὶ θερμῶς κραυγάζομεν, θραῦσον τὰ τούτων ὅπλα τῷ κράτει σου καὶ εἰρηναίαν δὸς ἡμῖν ζωήν, τοῖς σοῖς οἰκέταις, Γοργοϋπήκοε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Εἰς τὰ πέρατα ἅπαντα, ἡ Θαυματουργός σου εἰκὼν τεθρύληται καὶ νῦν πάντες ἐν τῷ στόματι, τὴν Γοργοϋπήκοον προσφέρουσι.

Καὶ κατ’ ὄναρ Παντάνασσα, ἀλλὰ καὶ καθ’ ὕπαρ Γοργοϋπήκοε φαινομένη τὰ θαύματα ἐκτελεῖς ἐν κόσμῳ τὰ παράδοξα.

Τίς σου, Κόρη τὸ ὄνομα, ἐν ἀνάγκη πάσῃ ἐπεκαλέσατο, καὶ γοργῶς αὐτοῦ οὐκ ἤκουσας, ὡς Γοργοϋπήκοος ὑπάρχουσα.

Μακαρία γεγένησαι, ὧ Δοχειαρίου Μονὴ ἐπίσημε τὴν εἰκόνα γὰρ ἐπλούτησας Γοργοϋπηκόου τὴν πανσέβαστον.

ᾨδὴ ε΄ Φώτισον ἡμᾶς.

Πῶς σου τὴν μορφήν, ὁ ἀνάξιος θεάσωμαι, Γοργοϋπήκοε Παντάνασσα, μεμολυσμένοις ὀφθαλμοῖς μου τὴν πανάσπιλον.

Θάλασσα καὶ γῆ, τῆς εἰκόνος σου τὰ θαύματα Γοργοϋπήκοε, κηρύττουσι· τῶν σῶν χαρίτων γὰρ ταῦτα ἄμφω ἀπήλαυσαν.

Κλέπτην φανεροῖς, τόν τὰ χρήματα συλήσαντα, τά τοῦ πλησίον Μητροπάρθενε, καὶ ἀποδίδως δικαίως ταῦτα τῷ ἔχοντι.

Εἶδος τὸ σεπτόν, ἐμφερείας σου Πανύμνητε, ὡς φῶς λαμπρύνει πάντας βλέποντας καὶ προσκυνεῖν αὐτό, πείθει καὶ κατασπάζεσθαι.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.

Φιλόστοργος ὥσπερ Μήτηρ Δέσποινα, ὀραθεῖσα προσεκάλεις τὸν παῖδα, πρὸς ἑαυτήν, ἕως οὗ ἐλυτρώσω, ἐκ τῆς χειρός τῶν λῃστῶν Μητροπάρθενε· ἀλλ’ εὕροιμεν σὲ καὶ ἡμεῖς οἱ σοὶ δοῦλοι Μητέρα φιλόστοργον.

Οὐκ ἔχομεν οἱ οἰκτροὶ οἰκέται σου, ἄλλην πλήν σου προστασίαν καὶ σκέπην διὸ Ἁγνὴ ἐκ καρδίας βοῶμεν, ἀπὸ κινδύνου παντὸς ἐλευθέρωσον, τὴν Μάνδραν σου τὴν Ἱερὰν καὶ πιστούς τοὺς πρὸς Σὲ καταφεύγοντας.

Ὡς ἔσωσας θαλαττίου κλύδωνος, τοὺς φωνήσαντας τὴν θείαν σου κλῆσιν, οὕτως ἡμᾶς, αἰσθητοῦ ναυαγίου, καὶ νοητοῦ Θεοτόκε, διάσωσον καὶ ὅρμισον εἰς γαληνούς, σωτηρίας λιμένας τοὺς δούλους σου.

Ὁ κόσμος σὲ σωτηρίαν κέκτηται, καὶ θερμὴν ἐν πειρασμοῖς προστασίαν, ὅθεν Ἁγνή, τῇ σεπτή σου εἰκόνι, ἁπανταχόθεν προστρέχουσιν ἄνθρωποι, καὶ πάντες σὲ καταφυγήν, καὶ παράκλησιν Κόρη εὑρίσκουσι.

Ἐπάκουσον, Γοργοϋπήκοε κόρη Θεογεννῆτορ, τὰς ἱκεσίας Παρθένε τῶν δούλων σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χάριν ἁγνὴ τῷ σῷ ἱκέτῃ παράσχου μοί, ὡς τῆς χαρᾶς τὸ δοχεῖον.

Αἴτησις καὶ τὸ Κοντάκιον

Ἦχος β΄. Πρεσβείαν θερμὴν.

Πελάγει δεινῶ, τοῦ βίου χειμαζόμενοι, καὶ παντοίων παθῶν, τρικυμίαις ποντούμενοι, καὶ σάλῳ περιπίπτοντας Παρθένε πειρασμῶν, εἰς μορφήν σου τὴν σεπτὴν καταφεύγομεν Θερμῶς, ὡς εἰς λιμένα εὔδιον, ἔκτεινον ἡμῖν χεῖρα ὡς Πέτρῳ ὁ Υἱός σου, καὶ κλυδωνίου ἐκ παντὸς ἡμᾶς Κόρη λύτρωσαι.

Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.

Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σ οὔ, κ αἳ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.

Τοῦ ὀνόματος σου μνησθήσομαι ἐν πάσῃ γενεὰ καὶ γενεά.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἡμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Γοργοϋπηκόου ταῖς θείαις Ἱκεσίαις ἐξάλειψον τὰ πλήθη, τῶν ἡμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Τὴν Γοργοϋπήκοον, τῆς Θεοτόκου εἰκόνα, πάντες εὐφημήσωμεν, σελήνην τὴν ἔνδοξον καὶ ὁλόφωτον, τὴν λαμπρὰν ἅλωνα, σφαῖραν τὴν οὐράνιον, καὶ πολύαστρον, ὑπάρχουσαν· ἄρκτον ἑπτάστερον, δί’ ᾖς πρὸς Θεὸν ὁδηγούμεθα· Παρθένον ἀγλαόμορφον, ἄστροις τὲ πολλοῖς διαυγάζουσαν, πλειάδα ὡραίαν καὶ ἶριν ποικιλόχροον, δί’ ᾖς, κατακλυσμοῦ ἡμᾶς ῥύεται πάντοτε ὁ Κύριος.

Ὅμοιον.

Πάντων τὰ αἰτήματα, Γοργοϋπήκοε κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς σὲ ἐκ πίστεως, προσιόντων σοί, καί τὴν σὴν Ἄχραντε ἐπικαλουμένων, ἀρωγὴν τὲ καὶ ἀντίληψιν· ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον· ἵνα σὲ ὑμνῶμεν δοξάζοντες Χριστόν τὸν σὸν Υἱόν, ὂν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Σῶσον ὁ Θεός τὸν λαόν σου

Κύριε, ἐλέησον (12 φορές)

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τοῖς τυφλοῖς, ἐχαρίσω ὀφθαλμῶν τήν τοῦ βλέπειν, Κόρη ἐνέργειαν, ἀλλὰ καὶ ψυχῆς τὰς κόρας, ἡμῶν καταφωτίσας καί τοῦ σώματος Ἄχραντε, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεία.

Τοῖς κωφοῖς τὸ ἀκούειν ἐδωρήσω, Μαρία Γοργοϋπήκοε, ἀλλὰ καὶ ἡμῶν πάντων, διάνοιξον, τὰ ὦτα, τῆς ψυχῆς καί τοῦ σώματος, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεία.

Τῆς πληγῆς τῆς ἀκρίδος, ὅσπερ πάλαι ἐῤῥύσω τοὺς προσφυγόντας σοί, οὕτως, ἡμᾶς ἐκ ταύτης, καὶ πάσης ἄλλης βλάβης, ἀπολύτρωσαι, Δέσποινα, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεία.

Ὡς ἠνώρθωσας πρώην τὸν παράλυτον, κόρη Γοργοϋπήκοε, οὕτως ἡμᾶς κατ’ ἄμφω, θερμή σου προστασία, παρειμένους ἀνόρθωσον, ὅπως ὑμνῶμεν ἀεί, σεπτά σου μεγαλεία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἀπὸ παντοίων”, ἀῤῥωστημάτων, Παρθένε, ἡμᾶς ῥῦσαι θερμή σου προστασία, ὥσπερ τούτων Κόρη, πολλοὺς ἐῤύσω πάλαι.

Πηγὴ θαυμάτων, Γοργοϋπήκοε κόρη, ἡ εἰκών σου δέδεικται τῷ κόσμῳ, ἐξ ᾖς οἱ διψῶντες, ἀρύονται εἰς κόρον.

Ἀπολωλότα σὺ φανεροῖς, Θεοτόκε, καὶ παρέχεις χαρὰν τοῖς εὐρούσιν, ὡς πολλὴ ὑπάρχει, εἰκόνος σου ἡ χάρις.

Τῇ προσταγή σου, Γοργοϋπήκοε κόρη, πειθαρχοῦσι πάντα τὰ στοιχεῖα, ἐξ ὧν πάντας ῥύῃ, τοὺς σὲ προσκαλουμένους.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Συνάχθητε προθύμως, πρό τῆς σεπτῆς εἰκόνος, Δοχειαριτίσσης νοσούντων τὰ συστήματα, ὁ ἰατρὸς γὰρ ἐν ταύτῃ μένει ὁ ἄμισθος.

Εἰκὼν ἡ Ἱερά σου, ἄλλη ἀνεδείχθη, τοῦ Σιλωάμ κολυμβήθρα, Πανύμνητε, ἀποκαθαίρουσα νόσους ψυχῆς καὶ σώματος.

Μονῆς Δοχειαρίου, ὡς λαμπὰς ἐξῆλθε, τῆς Θεοτόκου Εεἰκὼν ἡ πανσέβαστος, καὶ καταλαμπάνει τοὺς ταύτην πιστῶς γεραίροντας.

Εἰκόνι τῇ ἁγία, Γοργοϋπηκόου οἱ ἐν κινδύνοις προσπεύσατε ἅπαντες, καί τῶν θαυμάτων τὴν χάριν ἄφθονον λήψεσθε.

Ἄξιον ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σέ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Γοργοϋπηκόου τὴν θαυμαστήν, καὶ σεπτὴν Εἰκόνα προσκυνήσωμεν ἀδελφοὶ θαύματα τελοῦσαν καὶ βρύουσαν ἰάσεις καὶ ταύτην μετὰ πόθου κατασπασώμεθα.

Ἔχοντες Εἰκόνα σου τὴν σεπτήν, ἀνύμφετε Κόρη, ὡς προπύργιον ὀχυρὸν προσφεύγομεν ταύτῃ, καιρῷ τῷ τῶν κινδύνων καὶ ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία, βοηθείας Κόρη τῆς σῆς, λύτρωσαι οὖν πάσης, ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας τάχιστα ὄρεξον.

Ἔχει μὲν Παρθένε ὁ Οὐρανός, σῶμα καὶ ψυχήν σου, ἐξαστράπτοντα φαεινῶς, ἔχει δὲ μορφήν σου Μονὴν Δοχειαρίου, τὴν ἐπικαλουμένην Γοργοϋπήκοον.

Ἄρον σου τὰ ὄμματα Μαριάμ καὶ ἰδὲ εὐσπλάχνως, τοὺς Εἰκόνι σου τῇ σεπτὴ παρεστῶτας Κόρη, καὶ σὲ παρακαλοῦντας καὶ πλήρωσον αἰτήσεις τούτων Πανύμνητε.

Ἴδοιμι Παρθένε ψυχοῤῥαγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα σου τὴν σεπτήν, παραμυθουμένην καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

Τέτρωμαι τῷ πόθῳ σου Μαριάμ, φλέγει μὲ ὁ ἔρως, καθορᾶν σου τῆς ἱερᾶς, εἰκόνος Παρθένε, τὸ κάλλος καί τὴν δόξαν, καὶ κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν Σέ.

Τὶ ἀνταποδώσομεν οἱ οἰκτροί, δοῦλοι σου Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω, ἡμῖν χαρισαμένη εἰκόνα σου τὴν Θείαν πλοῦτον οὐράνιο;

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ

τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους Εἰκόνα, Γοργοϋπήκοε, νόσων ἐλευθέρωσον, ψυχῆς καὶ σώματος, ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ, λοιμοῦ, Κόρη, ἀκρίδος, χαλάζης τέ, κάμπης καὶ πάσης πληγῆς, ἵνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες, σοῦ τὸ θεῖο ὄνομα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.

Ποίημα του εκ της Νάξου Νικοδήμου μοναχού του Διδασκάλου

© 2026 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top