Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 26 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ
Ὡς τοῦ Σωτῆρος εὐκλεής Ἀθλοφόρος, καὶ εὐσεβούντων βοηθὸς καὶ προστάτης, Μεγαλομάρτυς ἅγιε Δημήτριε, λύτρωσαι τὴν πόλιν σου, συμφορῶν καί κινδύνων, δίδου δέ τοῖς σπεύδουσι, τῇ πανσέπτῳ σορῷ σου, ἁμαρτημάτων λύσιν καὶ παθῶν, ταῖς πρὸς Θεόν, εὐπροσδέκτοις πρεσβείαις σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἴθι Μυροχεύμων ἡμᾶς σκέπων. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας
Ἰσχύι ἀθλήσας τῇ θεϊκῇ, Δημήτριε μάρτυς, ἰσχύν δίδου κατὰ παθῶν, τῇ σῆ ἀντιλήψει Ἀθλοφόρε, τοῖς τῇ θερμῇ προσίουσι πρεσβείᾳ σου.
Θαυμάτων παράδοξα ἐνεργῶν, λυτροῦσαι κινδύνων, καὶ παντοίων ἐπιφορῶν, Δημήτριε μάρτυς τοῦ Κυρίου, τοὺς προσίοντας πιστῶς τῇ πρεσβείᾳ σου.
Ἰλέωσαι Μάρτυς ὡς συμπαθής, Χριστὸν τὸν Σωτήρα, ὡς ἂν εὔρωμεν ἱλασμόν, καὶ λύσιν παθῶν τε καὶ πταισμάτων, οἱ σὲ προστάτην πλουτοῦντες Δημήτριε.
Θεοτοκίον .
Μαρία Παρθένε ἡ ἐν σαρκί, Θεὸν τετοκυία, τῆς σαρκός μου τὰς χαλεπᾶς, ἴασαι ὀδύνας καὶ ψυχῆς μου, τὴν σκοτομήνην φωτί σου διάλυσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος
Ὑπὲρ πάντων δυσώπει, τὸν εὐμενῆ Κύριον, πάσης ἐκλυτροῦσθαι ἀνάγκης, καὶ περιστάσεως, μάρτυς Δημήτριε, τοὺς ἀκλινεῖ διανοία τῷ ναῷ σου σπεύδοντας, καὶ σὲ γεραίροντας.
Ῥῶσιν δίδου σωμάτων, καὶ τῶν ψυχῶν ἴασιν, καὶ πολυειδῶν συμπτώματων, τὴν ἀπολύτρωσιν, μάρτυς Δημήτριε, ταῖς πρὸς Χριστὸν ἰκεσίαις, τοῖς θερμῶς προστρέχουσι τῇ προστασίᾳ σου.
Οἱ τῷ θείῳ ναῷ σου, μετὰ σπουδῆς σπεύδοντες, πάσης λυτρωθείημεν βλάβης, τοῦ πολεμήτορος, μάρτυς Δημήτριε, καὶ θεϊκῆς εὐσπλαχνίας, τύχοιμεν πρεσβείαις σου, ἀξιοθαύμαστε.
Θεοτοκίον.
Χορηγὸν τοῦ ἐλέους, καὶ οἰκτιρμῶν πέλαγος, τὸν Δημιουργὸν τῶν ἁπάντων, Παρθένε τέξασα, δι’ ἀγαθότητα, ἡμᾶς οἰκτείρησον πάντας, τοὺς τὸν ἀνερμήνευτον, ὑμνοῦντας τόκον σου.
Διάσωσον μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καὶ θλιβερῶν περιστάσεων, τοὺς σὲ μεσίτην πρὸς Κύριον κεκτημένους.
Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν του σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, Θεσσαλονίκης πέφηνας, ἐκ πάσης ὀργῆς καὶ θλίψεως ῥυόμενος, Δημήτριε πανεύφημε, τοὺς θερμῶς ἐκβόωντας ἐκ πίστεως, ἐπερχομένων ἠμᾶς συμφορῶν, ἀτρώτους διάσωζε δεόμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπιφάνηθι Ἅγιε, ἀοράτως ταύτη τῇ κληρουχίᾳ σου, καὶ τὴν λύπην διασκέδασον, τὴν νῦν κατασχοῦσαν τὰς ψυχᾶς ἠμῶν.
Ὑπερήφανον δράκοντα, καθ’ ἡμῶν τὰ χείρονα τεκταινόμενον, κατασύντριψον Δημήτριε, τῇ κραταιοτάτῃ προστασίᾳ σου.
Μὴ ἐλλείπης λυτρούμενος, πάσης δυσχερείας ταύτην τὴν πόλιν σου, ὡς ἐῤῥύσω ταύτην Ἅγιε, ἀπειλῆς σεισμοῦ καὶ ὀλεθρεύσεως.
Θεοτοκίον.
Ὡς τεκοῦσα ἐν σώματι, τὸν Δημιουργὸν Παρθένε τῆς κτίσεως, καθικέτευε δεόμεθα, πάσης ἡμᾶς ῥύεσθαι κακώσεως.
ᾨδὴ ε΄. Φώτισον ἠμᾶς.
Νόσων καὶ παθῶν, ἀπολύτρωσαι Δημήτριε, τοὺς προσπίπτοντας τῇ θείᾳ σου σορῷ, ἐξ ἧς ῥέει Παρακλήτου χάρις ἄφθονος.
Ἤθλησας στεῤῥῶς, καὶ ἠγίασας τὴν πόλιν σου, ταῖς τοῦ αἵματος καὶ μύρου προχοαῖς, ἣν καὶ νῦν ἐκ πάσης ῥύου Μάρτυς θλίψεως.
Μέγαν ἀρωγόν, καὶ προστάτην συμπαθέστατον, κεκτημένοι σὲ οἱ Θεσσαλονικεῖς, κατὰ χρέος σὲ γεραίρουσι Δημήτριε.
Θεοτοκίον.
Ἄλυπον ἠμῶν, τὴν ζωὴν Παρθένε τήρησον, καὶ ἐκ πάσης ἀθυμίας τοῦ ἐχθροῦ, τὰς ψυχᾶς ἠμῶν ἁπάλλαξον δεόμεθα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σορός σου, Μεγαλομάρτυς ἡ θείᾳ, ὥσπερ ἄλλο ἰλαστήριον θεῖον, Θεσσαλονίκη τῇ πόλει σου ὤφθη, ἁγιασμὸν καὶ παθῶν ἀπολύτρωσιν, καὶ ἱλασμόν ἁμαρτιῶν, τοῖς πιστοῖς χορηγοῦσα Δημήτριε.
Σκανδάλων, καὶ νοσημάτων καὶ πόνων, καὶ σεισμοῦ τῆς ὀλεθρίου μανίας, ταῖς πρὸς Χριστὸν ἰκεσίαις σου Μάρτυς, τὴν κληρουχίαν σου ἄτρωτον φύλαττε, ὅτι τῇ σῇ διὰ παντός, προστασία προστρέχει Δημήτριε.
Κινδύνου, ὡς ἐλυτρώσω Παμμάκαρ, ἐκ σεισμοῦ τοῦ βαρυτάτου λιταῖς σου, Θεσσαλονίκην τὴν πόλιν σου Μάρτυς, οὕτως αὐτὴν ἀεὶ ἄτρωτον φύλαττε, ἐπερχομένων συμφορῶν, παῤῥησίαν πλουτῶν πρὸς τὸν Κύριον.
Θεοτοκίον.
Ἐτέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὸ εἶναι δεδωκῶς πάσι Κόρη, ἐκ τῆς φθορᾶς ἑξαιρούμενος πάντας, τοὺς προσκυνοῦντας τὸ μέγα μυστήριον, τοῦ τοκετοῦ σου τοῦ φρικτοῦ, Θεοτόκε παρθένε Πανύμνητε.
Διάσωσον μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καὶ θλιβερῶν περιστάσεων, τοὺς σὲ μεσίτην πρὸς Κύριον κεκτημένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσαν Μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Πάλαι μὲν μύρον εὐῶδες ἀνέβλυζεν, ἡ σῇ σορός ἡ ἁγία Δημήτριε· νῦν δὲ παρέχει τὴν χάριν τοῦ Πνεύματος, τοῦ ἐν αὐτὴ ἐνοικοῦντος μακάριε, τοῖς πίστει καὶ πόθω προστρέχουσι.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κά΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλη μετὰ πίστεως, τῇ σῇ θερμῇ προστασία, ἅγιε Δημήτριε, σπεύδουσα ἡ πόλις σου ἀνακράζει σοί· ὡς ποτὲ ἔσωσας, καὶ πολλάκις Μάρτυς, χαλεπῶν με περιστάσεων, οὕτω διάσωσε, καὶ ἐπερχομένων κακώσεων, λαόν σου τὸν θεοφρονα, τὸν εἰλικρινῶς πεποιθότα σοι, πταισμάτων τὴν λύσιν, αἰτούμενος ἡμίν παρὰ Χριστοῦ, καὶ νοσημάτων τὴν ἴασιν, καὶ παθῶν ἐκλύτρωσιν.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀδοκήτων, καὶ σεισμῶν βαρυτάτων ἡμᾶς ἁπάλλαξον, τῇ σῇ ἐπιστασίᾳ, Δημήτριε τρισμάκαρ, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡς λειμών πανευώδης, ἡ σορός τῶν λειψάνων σου πνέει πάντοτε, ὀσμήν ἀθανασίας, ἡμῶν τὰς διανοίας, μυστικῶς κατευφραίνουσιν, καὶ τὸ δυσῶδες παθῶν, Δημήτριε σοβοῦσαν.
Νεκρωθεῖς τῇ κακίᾳ, τῇ θερμῇ σου πρεσβεία σπεύδω Δημήτριε, καὶ πίστει ἐκβοῶ σοι, νέκρωσον τῶν παθῶν μου, τὰ σκιρτήματα ἅπαντα, καὶ ζώωσόν μου τὸν νοῦν, τῇ χάριτί σου Μάρτυς.
Θεοτοκίον.
Γνώσει λάμπρυνον θείᾳ, τὸν ἀγνώμονα νοῦν μου Παρθένε ἅχραντε, ὡς ἂν τῆς μετανοίας, πορεύσωμαι τὰς τρίβους, καὶ ζωῆς τύχω κρείττονος, ὁ καταφεύγων Ἁγνή, τῇ κραταιᾷ σου σκέπη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχει σὲ πόλις, Θεσσαλονίκη προστάτην, διὰ τοῦτο σοῦ Δημήτριε κηρύττει, τὰς εὐεργεσίας, καὶ χάριτος τὸν πλοῦτον.
Ῥύου ἀπαύστως, ἐπιφορῶν καὶ κινδύνων, τοὺς προστρέχοντας τοῖς θείοις σου Λειψάνοις, καὶ τὴν σὴν πρεσβείαν, Δημήτριε ζητοῦντας.
Ἀύλου μύρου, τῇ μυστικῇ εὐωδίᾳ, τῶν παθῶν ἠμῶν τὴν δυσωδίαν λύσον, ἴνα σὲ τιμῶμεν, Δημήτριε παμμάκαρ.
Θεοτοκίον.
Σὲ εἶ Παρθένε, ὡς τοῦ Θεοῦ ἡμῶν Μήτηρ, καταφύγιον καὶ λύτρον ἐν ἀνάγκαις, τῶν ὑπερυψούντων, τὸν ἄφραστόν σου τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀναβλύζει, ἡ σεπτὴ σορός σου, τῇ ἐπομβρίᾳ του Πνεύματος Ἅγιε, τοῖς ἀδιστάκτω καρδία σὲ μεγαλύνουσι.
Μαστίγων ὀλεθρίων, καὶ σεισμοῦ μανίας, Θεσσαλονίκην τὴν Πόλιν σου φύλαττε, μεγαλομάρτυς Δημήτριε εὐφημοῦσάν σε.
Οἱ πίστει προσιόντες, τῇ σεπτῇ σορῷ σου, ἐπηρειῶν χαλεπῶν ἁπαλλάττονται, καὶ κατὰ χρέος Δημήτριε ἀνυμνούσι σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, Κεχαριτωμένη, τὴν πεπτωκυίαν ψυχήν μου τοῖς πάθεσι, πρὸς πολιτείας ἁγίας ὕψωσον ἔλλαμψιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ Θεσσαλονίκης, πολιοῦχος ὁ εὐκλεής· χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ ἠμῶν πρὸς τὸν Σωτήρα, πρέσβυς θερμότατος.
Δέδεκται ἐν κόλποις τὴν ἱεράν, σορόν σου Παμμάκαρ, ὡς οὐράνιον θησαυρόν, ἡ Θεσσαλονίκη, ἦς πάλαι ἐστερήθη, καί πόθω εὐφημεῖ σε μάρτυς Δημήτριε.
Λύτρωσαι κινδύνων παντοδαπῶν, Δημήτριε μάρτυς, καὶ παντοίων δυσχερειῶν, τοὺς τὴν σὴν πρεσβείαν, ἀπό ψυχῆς αἰτοῦντας, καὶ τῇ σεπτῇ σορῷ σου, πίστει προσπίπτοντας.
Ὡς ἐῤῥύσω Μάρτυς φθορᾶς σεισμοῦ, τὴν Θεσσαλονίκην, τῇ θερμῇ σου ἐπισκοπῇ, οὕτω ταύτην ῥύου, καὶ πάσαν τὴν Ἑλλάδα, ἐπερχομένων πόνων, καὶ περιστάσεων.
Μύρου εὐωδία τοῦ νοητοῦ, Μυροβλύτα μάρτυς, ἀποδίωξον ἀφ’ ἠμῶν, παθῶν ἀκαθάρτων, τὴν δυσωδίαν θάττον, καὶ τῶν πταισμάτων αἴτει, ἡμῖν τὴν ἄφεσιν.
Ἴδε τοὺς ἐστώτας πανευλαβῶς, τῇ σεπτῇ σορῷ σου, Μυροβλύτα μάρτυς σοφέ καὶ ἄπασι δίδου, τὰς σωτηρίους δόσεις, τὴν καθ’ ἠμῶν μανίαν, λύων τοῦ δράκοντος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον Ἦχος γ΄.
Μέγαν εὔρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον· ὡς οὔν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις λειψάνοις, καί δυσωποῦντές σε, ἅγιε Δημήτριε, μεγαλομάρτυς Χριστοῦ, ῥῦσαι πάσης κακώσεως, σεισμοῦ τε ἀνάγκης, καὶ παντοίων θλίψεων, ψυχῆς καὶ σώματος, ἔχων πρὸς Χριστὸν παῤῥησίαν, καὶ πληρῶν ἀεὶ τὰς αἰτήσεις, τῶν εἰλικρινῶς μακαριζόντων σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
