Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
†Εορτάζεται στις 12 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ τὸν Πανένδοξον, καὶ τροπαιοῦχον εὐσεβείας ἀήττητον, τῶν Ὀρθοδόξων καύχημα, Σπυρίδωνα σοφόν, πάντες ἀνυμνήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες, ῥῦσαι ἱκεσίαις σου, πειρασμῶν καὶ κινδύνων, τοὺς μετὰ πόθου, Πάνσεπτε, τὸ σόν, καταφιλοῦντας ἱερὸν ἐκτύπωμα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῇ θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοὶ καὶ ταπεινοῖ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενοὺς σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών.
Ἔχων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις· Σεραφείμ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σπυρίδων Μακάριε τῶν πιστῶν, ἀντιλήπτωρ μέγα, τὴν πρεσβείαν σου συνεργόν, ἡμῖν πᾶσι δίδου τοῖς ἐκ πόθου, ἀσπαζομένοις τὴν θείαν Εἰκόνα σου.
Πᾶσαι εὐσεβούντων ὦ θαυμαστέ, Σπυρίδων αἱ τάξεις, ἀνυμνοῦσι σε ἀληθῶς· Θεὸς γὰρ ὁ Πλάστης καὶ Δεσπότης, ἀξιόχρεῳς σε πάτερ ἐδόξασε.
Φωτὶ τῷ ἀΰλῳ ἐν Οὐρανῷ, Σπυρίδων Παμμάκαρ, σῦν Ἀγγέλοις σὺ ἐντρυφῶν, ταῖς πρὸς τὸν Δεσπότην εὐπροσδέκτοις, ἡμᾶς λιταῖς σου φωταγώγησον.
Θεοτόκιον.
Συνέχομαι κινδύνοις καὶ πειρασμοῖς, καὶ πρὸς σὲ Παρθένε, καταφεύγων ἐπιζητῶ, τὴν λύσιν αὐτῶν καὶ σωτηρίαν διὸ λιταῖς σου τὸν δοῦλον σου οἴκτειρον.
ᾨδὴ γ΄. Σὺ τὸ στερέωμα.
Νεκρὰν ὡς ἐφώνησας, ἐκ τοῦ μνημείου Σπυρίδων Ὅσιε, οὕτω κάμε, πταίσμασι θανόντα, σαῖς λιταῖς ἐξανάστησον.
Κόρος οὐ προσγίγνεται, τοῖς σὲ τιμῶσι, Σπυρίδων Ὅσιε· σὺ γὰρ ἡμῶν, προστάτης καὶ ῥύστης, καὶ τιμῇ καὶ ἀντίληψις.
Ἀπᾴσῃς με θλίψεως, καὶ ἐκ κινδύνων, Σπυρίδων Ὅσιε, σαῖς προσευχαῖς, καὶ παντοίων νόσων, καὶ κολάσεως λύτρωσαι.
Θεοτοκίον.
Ἔχων τὴν ἐλπίδα μου, ἐν σοὶ πανάσπιλε Δέσποινα, ὅλην πρὸς σέ, ἀνατείνω χαίρων τὴν ψυχὴν καὶ διάνοιαν.
Ἐκ θλίψεων, καὶ ἐκ παντοίων κινδύνων λύτρωσαι Ἱεράρχα, τοὺς τὴν θείαν μνήμην σου θερμῶς ἑορτάζοντας, ὡς ῥύστης τῶν θλιβομένων Σπυρίδων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄.
Τοῖς λόγοις ἐκόσμησας, τὴν ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων Μακάριε· ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σὴ σοφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι διὸ καὶ νῦν γεραίρομεν πίστει τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὧ πολύφωτε Ἥλιε, τῶν Πατέρων κλέος, Σπυρίδων Ὅσιε, τοὺς τιμῶντας σε άξίωσον, φωταγωγηθήναι ταῖς πρεσβείαις σου.
Παρεστὼς τοῦ Παντάνακτος, θρόνῳ αἰωνίῳ τοὺς ἀνυμνοῦντας σε, ὦ Σπυρίδων, ἐλευθερῶσον, ἐκ παντὸς κινδύνου ἱκεσίαις σου.
Ὡς τὸν ὄφιν μετέβαλες, εἰς χρυσόν, Σπυρίδων παναγιώτατε, οὕτω δέομαι μετάβαλε, ἀπὸ τῶν κακῶν με εἰς μετάνοιαν.
Θεοτοκίον.
Ῥῦσαι, Μῆτερ, τὸν δοῦλον σου, ἐκ τῶν κατεχόντων δεινῶν με θλίψεων ἐπὶ σοι γὰρ ἀνατίθημι, πᾶσαν τὴν ἐλπίδα Ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λῦσον τῶν παθῶν, τὴν ὀμίχλην, Ἁγιώτατε, τῇ φωταγωγίαι τῶν σεπτῶν σου λιτῶν, καὶ πρὸς τρίβους, βίου με ἁγίου ὁδήγησον.
Νόσων ἰατρός, καὶ κινδύνων ῥύστης ἔνθεος, σὺ ἀνεδείχθης Σπυρίδων ἱερέ· διὸ ψυχὴν μου, ταῖς λιταῖς σου νῦν θεράπευσον.
Ῥῦσαι με δεινῶν, ὦ Σπυρίδων ἱερώτατε, τὸν σοι εὐλαβῶς καταφεύγοντα, καὶ ταῖς λιταῖς σου, πάσης θλίψεως ἀπάλλαξον.
Θεοτοκίον.
Ἄχραντε ἡμῖν, τοῖς οἰκέταις σου χορήγησον,τοΐς κατεχομένοις ὑπὸ τῶν θλίψεων, τὴν σωτηρίαν, μεσιτείαις σου πρὸς Κύριον.
ᾨδὴ ς΄. Τὴν δέησιν έκχεῶ.
Νεκρώσας σου τῆς σαρκὸς τὰς κινήσεις, ἐξανέστησας νεκροὺς ὦ Σπυρίδων, ζωοποιῶ καὶ ἐνθεῶ σου λόγῳ, ὅθεν καμοῦ τὴν ψυχήν, πάτερ Ἅγιε, ταῖς σαῖς λιταῖς ὡς συμπαθῇς, νεκρωθεῖσαν τοῖς πάθεσι ζώωσον.
Συνέχει με τῶν πταισμάτων θάλασσα, καὶ χειμάζει τρικυμίᾳ κινδύνων, καὶ πρὸς βυθὸν ἀπωλείας καθέλκει, τῶν ἀνιάτων παθῶν ἡ ἀντίπνοια, Θεὸν ὁ κηρύξας τὸν Χριστόν, ὦ Σπυρίδων τὸν κλύδωνα κόπασον.
Προστάτα τῶν θλιβομένων Σπυρίδων, μολυνθεῖσαν ἡδοναῖς τὴν ψυχὴν μου, διὰ λουτροῦ κατανύξεως θείας, καθαρτικῶν τε δακρύων ἀπόλουσον καὶ ῥῦσαι με τῆς φοβερᾶς, σαῖς λιταῖς καὶ ἀσβέστου κολάσεως.
Θεοτοκίον.
Φυγάδευσον ἐκ τῆς ἀθλίας σαρκὸς μου, τὴν ἀνίατον ἀσθένειαν, Κόρη, καὶ τῶν δεινῶν ἀλγηδόνων με ῥῦσαι, καὶ θεραπείαν τελείαν μοι δώρησαι, καὶ σῶσον με τὸν ἐπὶ σοί, πεποιθότα ταῖς θείαις πρεσβείαις σου.
Ἐκ θλίψεων, καὶ ἐκ παντοίων κινδύνων λύτρωσαι Ἱεράρχα, τοὺς τὴν θείαν μνήμην σου θερμῶς ἑορτάζοντας, ὡς ῥύστης τῶν θλιβομένων Σπυρίδων
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ
Κοντάκιον Ἦχος δ΄.
Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων Μακάριε· ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σῇ σοφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι διὸ καὶ νῦν γεραίρομεν πίστει τὴν μνήμην σου.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ΄.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν Οἰκουμένην.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄. 9-16).
Εἶπεν ὃ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν.Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ΄ β΄. Ὀλὴν ἀποθέμενοι.
Πλοῦτον ἀναφαίρετον, ἔχει σε Κέρκυρα νῆσος, ταύτην ἀξιάγαστε, φαειναῖς αὐγάζοντα, ταῖς λαμπρότησιν ἢ καὶ νῦν δώρησαι, τὴν εἰρήνην Πάτερ, καὶ τροπαίων αὐτὴν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, Σπυρίδων Θεοδόξαστε, καὶ τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παῤῥησία δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον τοὺς σε ἀνευφημοῦντας, ὁσιώτατε Σπυρίδων ἱεράρχα, καὶ τῷ θείῳ φωτὶ καταύγασαν σοὺς δούλους, καὶ σαῖς λιταῖς ἐξάρπασον, τῆς σατάν μηχανουργίας.
Ῥῦσαι, Σπυρίδων ἱεράρχα, σαῖς πρεσβείαις σου, δαιμόνων ἐπηρείας, λογισμῶν πονηρῶν σοὺς δούλους καὶ κινδύνων, ὅπως ἀεὶ σῳζόμενοι, καταχρέως σε ὑμνῶμεν.
Παῦσον, Σπυρίδων σαῖς πρεσβείαις, τῆς ψυχῆς μου τὴν ἄῤῥητον ὀδύνην, καὶ δεινῶν συμφορῶν σὸν δοῦλον καὶ κινδύνων, καὶ τῶν παθῶν ἀπάλλαξον, ὣς πατὴρ τῶν θλιβομένων.
Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δουλούμενος ἀτόποις συνηθείαις, εὐσπλαγχνίας τῇ σῇ προστρέχω ἀνακράζων διάσωσόν με, Πάναγνε, μητρικαῖς σου ἱκεσίαις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀσθενειῶν τε, χαλεπῶν καὶ κινδύνων, ἰατρὸν σε γινώσκω ὦ Σπυρίδων· ῥῦσαι οὖν ψυχὴν μου, λιταῖς σου ἀθυμίας.
Τῶν κατεχόντων, ἀνιαρῶν τοὺς σοὺς δούλους, ἐλευθέρωσον, Σπυρίδων ἱεράρχα· θείαις σου πρεσβείαις, αὐτοῖς διδοὺς τὴν λύσιν.
Μὴ διαλείπῃς, τὸν Ἰησοῦν ἱκετεύων, ὣς προστάτης πιστῶν, ὦ Σπυρίδων· διαφυλαχθῆναι, ἡμᾶς ἐκ πάσης βλάβης.
Θεοτόκιον.
Ἵλαθι, Κόρη, τῷ οἰκτροτάτο σου δούλῳ, καὶ ἐκ νόσων ἀνιάτων με ῥῦσαι· ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πόθῳ τῇ σὴ σκέπη, Ἅγιε Σπυρίδων, καταφυγόντας κινδύνων διάσωσον, καὶ ἐκ παθῶν καὶ τῶν νόσων, λιταῖς σου λύτρωσαι.
Φρουρῶν μὴ διαλίπῃς, Ὅσιε Σπυρίδων, τοὺς σὲ τιμῶντας πιστῶς καὶ δοξάζοντας, καὶ σαῖς πρεσβείαις, κινδύνων αὐτούς λυτρούμενος.
Λυτρούμενος ὡς ὤφθης, πρότερον Σπυρίδων, τοὺς ἐν Κέρκυρα πιστῶς σοι προστρέξαντας· οὕτω καὶ νῦν πάσης, ῥῦσαι με περιστάσεως.
Θεοτοκίον.
Μαρία σωτηρίας, λιμένα σε εἰδότες, τῇ Παναχράντῳ σου σκέπη προστρέχομεν, καὶ ἐκ τῶν νόσων ῥυσθῆναι σὲ ἱκετεύομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Τριμυθοῦντος ἡ καλλονῇ, χαίροις ἀσθενούντων καὶ πασχόντων ὁ ἰατρός, χαίροις τῶν Πατέρων ὡράισμα καὶ κλέος, τρισόλβιε Σπυρίδων, σὲ μεγαλύνομεν.
Πρέσβευε Σπυρίδων θαυματουργέ, ὑπὲρ Ὁρθοδόξων καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὅπως τῶν πταισμάτων τὴν λύτρωσιν λαβόντες, παρὰ Θεοῦ σὲ πάντες, πόθῳ γεραίρωμεν.
Δέησιν προσάγαγε τῷ Θεῷ, Σπυρίδων παμμάκαρ, ὑπὲρ δουλῶν τῶν σῶν, σοφέ, τῶν τυραννουμένων ὑπὸ παντοίων νόσων, θλίψεων καὶ κινδύνων, καὶ τούτους λύτρωσαι.
Σπυρίδων τὰ ὄμματα τῆς ἐμῆς, ψυχῆς τυφλωθέντα, ἁμαρτήμασι χαλεποῖς, φώτισον λιταῖς σου, φωτὶ θεογνωσίας, καὶ ῥῦσαι με τοῦ ᾇδου, πικρῶν κολάσεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ τροπάριον. Ἦχος α΄.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε Σπυρίδων πατὴρ ἡμῶν διὸ νεκροῖ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι, Ἱερώτατε. Δόξα τῷ δεδοκώτι σὺ ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Σκεῦος ἀπετέλεσας σαυτόν, Πνεύματος Ἁγίου τρισμάκαρ, καθάρας σου τὴν ψυχὴν χρῖσμα θεῖον ἔλαβες, Ἀρχιερεὺς γεγονώς, καὶ προστάτης θερμότατος, λαοῦ Ὀρθοδόξου τοῦ ἐγκαυχωμένου σου, τῇ παναγία Σορῷ· ὅθεν, ὦ Σπυρίδων θεόφρον, εὔχου τῷ Θεῷ ὑπὲρ πάντων, ἡμῶν τῶν τιμώντων καὶ εὐφημούντων σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Μνήσθητι οἱ αναγινώσκοντες καὶ Ψάλλοντες τοῦ συντάξαντος ταπεινοῦ Ἐπισκόπου Αργυρουπόλεως Σεραφείμ.
