WHAT ARE YOU LOOKING FOR?

Popular Tags

Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους και Θαυματουργούς Αναργύρους Κοσμάν και Δαμιανόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζονται στις 1 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

 

Ἦχος δ΄. Ό ὑψωθείς ἐν τῷ Σταυρῶ.

ς τῶν νοσούντων συμπαθεῖς ἰατῆρες, καὶ χειρουργοὶ τῶν χαλεπῶν παθημάτων, καὶ τῶν πασχόντων θεῖοι ἀντιλήπτορες· ἵασιν καὶ λύτρωσιν, καὶ ὑγίειαν καὶ ῥῶσιν, ψυχῆς ὁμοῦ καὶ σώματος χορηγεῖτε ἀπαύστως, Κοσμᾶ σοφὲ σὺν τῷ Δαμιανῷ, τοῖς τῇ πρεσβεῖᾳ ὑμῶν καταφεύγουσι.

Δόξα. Καὶ νῦν.

Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·

Θεῖοι ἰατροί ἰάσασθέ με. Γερασίμου.

 

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Θεράποντες θεῖοι τοῦ Λυτρωτοῦ, δυὰς Ἀναργύρων, θεραπείας με ταχινῆς, τῆς κατὰ ψυχήν τε καὶ τὸ σῶμα, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.

πλήγην κακία τοῦ δυσμενοῦς, καὶ νόσῳ βαρείᾳ, περιπέπτωκα χαλεπῶς, ἀλλ’ ὦ ἰατροί τῶν ἀσθενούντων, τῆς ἐπελθούσης με θλίψεως ῥύσασθε.

άσεις παρέχοντες δωρεάν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείω Δαμιανῷ, πόνων καὶ δεινῶν ἀῤῥωστημάτων, τοὺς προσιόντας ὑμῖν ἀπαλλάξατε.

Θεοτοκίον.

λόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, λάμπρυνον τὸν ζόφον τῆς ψυχῆς μου, ταῖς φωταυγέσι σου χάρισι δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

ατροὶ δεδειγμένοι, παρὰ Θεοῦ ἄμισθοι, τοῖς ὀδυνηρῶς τρυχομένοις, πόνοις καὶ ἄλγεσι, θεῖοι Ἀνάργυροι, τῆς ταλαιπώρου ζωῆς μου, τὰς ὀδύνας λύσατε, ὡς συμπαθέστατοι.

αμάτων τὰ ῥεῖθρα, οἷα πηγὴ δίκρουνος, ἡ τῶν ἱερῶν Ἀναργύρων, δυὰς αὐτάδελφοι, κόσμῳ πηγάζοντες, ἀσθενειῶν πάντα ῥύπον, καὶ παθῶν τὸν βόρβορον, ἀποκαθαίρετε.

ναργύρους τὰς νόσους, τὰς τῶν βροτῶν παύοντες, ὡς παρὰ Κυρίου λαβόντες, τὴν χάριν Ἅγιοι, παύσατε δέομαι, τὸ τῆς καρδίας μου ἄλγος, καὶ πρὸς σωτηρίας με, τρίβον ἰθύνατε.

Θεοτοκίον.

Τὸν Σωτῆρα τοῦ κόσμου, ὑπερφυῶς τέξασα, τὴν ἐκ τῆς ἀρχαίας κατάρας, πληγὴν ἰώμενον, ἡμῶν Πανύμνητε, τῆς ἀσθενούσης ψυχῆς μου, ἴασαι τὸν καύσωνα, τῇ σῇ χρηστότητι.

Διάσωσον, τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπη.

πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Παθῶν χαλεπῶν, ἀκέστορες ὀξύτατοι, καὶ πάσης ψυχῆς, πασχούσης ἀνακούφισις, Δαμιανὲ μακάριε, καὶ Κοσμᾶ θεοφόρε Ἀνάργυροι, ἐν ὑγίεια ἡμῶν τὴν ζωήν, ἀπτώτῳ τηρήσατε δεόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

ῶσιν θείαν καὶ ἵασιν, καὶ ἁμαρτημάτων θεόθεν ἄφεσιν, ἐξαιτήσασθε Ἀνάργυροι, ταῖς συνεχομένοις ἀῤῥωστήμασι.

δυνώμενος πάθεσιν, ὑμῶν τῇ πρεσβεία προστρέχω Ἅγιοι· μὴ παρίδητε Ἀνάργυροι, τὸν ταῖς ἁμαρτίαις ἀπολλύμενον.

ατροὶ συμπαθέστατοι, μυστικοῖς φαρμάκοις ὑμῶν τῆς χάριτος, τὴν ἀφόρητον μου ἄλγησιν, τὴν μαστίζουσάν με θεραπεύσατε.

Θεοτοκίον.

ατῆρα κυήσασα, τὸν τῶν ὄλων Κτίστην κόσμον ἰώμενον, ἴασαί μου τὰ ἀλγήματα, Κεχαριτωμένη μητροπάρθενε.

ᾨδὴ ε΄ Φώτισον ἡμᾶς.

αμα ἀεί, ἀναβλύζει θείω Πνεύματι, ὁ ναὸς ὑμῶν Ἀνάργυροι κλεινοί, καὶ ἰᾶται πᾶσαν νόσον καὶ πᾶν οἴδημα.

νωθεν ἡμᾶς, ἐποπτεύοιτε Ἀνάργυροι, ἐξ ἡμῶν ἀποδιώκοντες ἀεί, τὴν μανίαν τοῦ δολίου πολεμήτορος.

Σῶμα καὶ ψυχήν, ἀσινῆ ἡμῶν τηρήσατε, ἐκ δεινῶν ἀσθενειῶν καὶ συμφορῶν, τῶν προστάτας κεκτημένων ἡμᾶς Ἅγιοι.

Θεοτοκίον.

χραντε ἀγνή, τὴν χρονθεῖσάν μου διάνοιαν, μανιώδεσι τοῦ πλάνου προσβολαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Συντρίμματα, τῶν ψυχῶν ἰάσασθε, καὶ τοῦ σώματος δεῖνας καχεξίας, ὡς δεδεγμένοι πλουσίαν τὴν χάριν, τοῦ θεραπεύειν τὰς νόσους Ἀνάργυροι, τῶν προσφωνούντων εὐλαβῶς, τὴν σεπτὴν ὑμῶν κλῆσιν ἑκάστοτε.

Θηρεύσας με, ἡδονῆς δελέατι, ἠχμαλώτευσεν ὁ δόλιος δράκων, ἔνθεν ὀδύναι καὶ νόσοι καὶ πόνοι, κρίσει δικαίας ἐπῆλθον μοι Ἅγιοι· ὧν τῆς βαρείας συνοχῆς, ῥύσασθέ με Ἀνάργυροι δέομαι.

κλάμποντες, ὡς φωστῆρες ἄδυτοι, ἰαμάτων τὰς ἀκτίνας τῇ κτίσει, τῶν νοσημάτων διώκετε ζόφον, καὶ τῆς ὑγίειας τὸ φῶς διαυγάζετε, Ἀνάργυροι θαυματουργοί, τοῖς τῇ σκέπῃ ὑμῶν καταφεύγουσι.

Θεοτοκίον.

Μητράνανδρε, Μαριάμ θεόνυμφε, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, τὴν χαλεπὴν τοῦ νοός μου σκοτίαν, τῇ φωταυγεί σου διάλυσον χάριτι, καὶ ἱθυνόν με πρὸς τὸ φῶς, τῶν σεπτῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν.

Διάσωσον, τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπη.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῶν ἰαμάτων τὴν χάριν δεξάμενοι, τοὺς ἀνιάτως νοσοῦντας ἰάσασθε, Κοσμᾶ καὶ Δαμιανὲ ἔνδοξοι, ἁμαρτημάτων τὴν λύσιν αἰτούμενοι, τοῖς πίστει ὑμῖν καταφεύγουσι.

Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ, ἐθαυμάστωσεν αὐτοῦ ὁ Κύριος.

 

Εὐαγγέλιον,

Ἐκ τοῦ κατὰ Ματθαῖον.

(Κεφ. ι΄. 1, 5).

 

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραηλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασίλεια τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαριζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.

Ταῖς τῶν Ἀναργύρων πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

ῶσιν τε καὶ ἴασιν, τοῖς ἐν ὀδύναις καὶ λύπαις, συμπαθῶς παρέχοντες, Ἅγιοι Ἀνάργυροι θείῳ Πνεύματι, ἀλγεινῶν ῥύσασθε, ἡμᾶς παθημάτων, καὶ κινδύνων ἀπαλλάξατε, καὶ πάσης θλίψεως, καὶ ἀῤῥωστημάτων δεόμεθα, τοὺς τὴν ὑμῶν ἀντίληψιν, ἐπιβοωμένους ἑκάστοτε, καὶ πταισμάτων λύσιν, αἰτήσασθε ἡμῖν παρὰ Θεοῦ, ὡς τῶν πιστῶν πρέσβεις ἄριστοι, πρὸς Χριστὸν μακάριοι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

κ πηγῶν σωτηρίου, τὸ γλυκύτατον ὕδωρ τὸ τῶν ἰάσεων, πηγάζοντες πλουσίως, τῶν νόσων τὴν πικρίαν, θεραπεύετε Ἅγιοι· ἀποσβέννυντες ἀεί, τῶν λυπηρῶν τὴν φλόγα.

Γεωργήσας τὰ πάθη, ἀῤῥωστήμασι πλείστοις ἤδη ἐτάζομαι, ἀλλ’ ὦ δυὰς Ἁγία, τῶν θείων Ἀναργύρων, τὴν ζωὴν μου βελτίωσον· καὶ τῶν πολλῶν μου κακῶν, τὴν ἄνεσιν παράσχου.

ν ὀδύνη τὸν βίον, διὰ πλῆθος κακίας ἀνύω Ἅγιοι, καὶ πέπλησμαι μωλώπων, τῶν ἐκ τῆς ἁμαρτίας, ἀλλ’ ὑμεῖς θεραπεύσατε· Ἀνάργυροι θαυμαστοί, τὴν τάλαιναν ψυχήν μου.

Θεοτοκίον.

ώμην θείαν μοι δίδου, Θεοτόκε παρθένε καθικετεύω σε, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα τὸ θεῖον, ἐκ δυνάμεως Ἄχραντε· καὶ τῷ Υἰῷ σου Ἁγνή, πιστῶς εὐαρεστήσω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

πασαν βλάβην, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ, ἀποκρούσασθε Ἀνάργυροι ταχέως, καὶ ἡμῶν τὸν βίον, ἀνώδυνον τηρεῖτε.

Σθένος μοι δίδου, κατὰ παθῶν όλεθρίων, ὦ αὐτάδελφοι δυὰς τῶν Ἀναργύρων, τοῦ πατεῖν έπάνω, ὄφεων καὶ σκορπίων.

δε τὸν πόνον, τῆς ταλαιπώρου ψυχῆς μου, ὦ αὐτάδελφοι δυὰς τῶν Ἀναργύρων, καὶ παράσχου ταύτῃ, ὑγίειαν οὐρανόθεν.

Θεοτοκίον.

Μὴ διαλίπῃς, Θεοχαρίτωτε κόρη, περιέπουσα ὡς Μήτηρ τοῦ Ὑψίστου, τοὺς ὑπερυψοῦντας, τὴν δόξαν σου τὴν θείαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτοκίον.

Οἱ κόσμῳ τὰς ἰάσεις, νέμοντες ἀπαύστως, θεομακάριστοι θεῖοι Ἀνάργυροι, ἐκ πάσης νόσου ἀτρώτους ἡμᾶς φυλάξατε.

ψώσατε τὸν νοῦν μου, ἐννοιῶν ματαίων, καὶ τὴν ζωήν μου τηρήσατε ἄνοσον, ὡς ἀγαθοί μου προστάται θεῖοι Ἀνάργυροι.

πὲρ τῶν ἀνυμνούντων, ὑμᾶς θεοφόροι, διὰ παντὸς δυσωπεῖτε τὸν εὔσπλαγχνον, πάσης ἀνάγκης ἐν βίῳ ῥύεσθε πάντοτε.

Θεοτοκίον.

μνοῦμέν σε Παρθένε, ὅτι τῷ σῷ τόκῳ, ἐκ τῆς ἀρχαίας κατάρας ἐῤῥύσθημεν, καὶ τῆς ζωῆς τῆς ἀλήκτου κατηξιώθημεν.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Χαίροις Ἀναργύρων ἡ ξυνωρίς, οἱ τῶν ἀσθενούντων, ἰατῆρες θαυματουργοί, Κοσμᾶ θεοφόρε, Δαμιανὲ τε θεῖε, τῶν ἀρετῶν τὰ θεῖα ἐνδιαιτήματα.

Πλούτῳ διαπρέποντες ἀγαθῶν, εὐποιίας ῥεῖθρα, ἀνεδείχθητε συμπαθῶς, καὶ τὰς ἀσθενείας, ἰᾶσθε ἀναργύρως, τῶν χαλεπῶς πασχόντων θεῖοι Ἀνάργυροι.

Χάριν δεδεγμένοι παρὰ Θεοῦ, δωρεὰν τὰς νόσους, θεραπεύετε τῶν πιστῶν, καὶ τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον, τοὺς ἐπικαλουμένους ὑμᾶς Ἀνάργυροι.

φθη ἰατρεῖον πνευματικόν, Πνεύματι Ἁγίῳ, ὁ ναὸς ὑμῶν ὁ σεπτός· ἐν αὐτῷ γὰρ πᾶς τις, προστρέχων ἐκλυτροῦται, δεινῶν ἀῤῥωστημάτων θεῖοι Ἀνάργυροι.

Χαίρετε νοσούντων θεραπευταί, καὶ ῥώσεως θείας, καὶ ὑγίειας προμηθευταί, χαίρετε διῶκται, πνευμάτων ἀκαθάρτων, Κοσμᾶ Δαμιανέ τε ἀξιοθαύμαστοι.

Πάσης ἀσθενείας πάσης ὀργῆς, φθορᾶς τε καὶ βλάβης, καὶ ἀλγήματος χαλεποῦ, ἀσινεῖς τηρεῖτε, ἡμᾶς θαυματοβρύται τοὺς προσιόντας πόθῳ, ὑμῖν Ἀνάργυροι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον

γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

 

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

ῦσαι νοσημάτων χαλεπῶν, καὶ φθοροποιῶν ἀλγηδόνων, τῶν Ἀναργύρων δυάς, τοὺς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ ὑμῶν, ἐνεργείας τῆς χάριτος, τῆς ὑμῖν δοθείσης, Κοσμᾶ παναοίδιμε, Δαμιανέ τε σοφέ, ὅπως ἐν ὑγίεια τελεῖς, καὶ εἰρηνικὴ καταστάσει, τὸν ὑμᾶς δοξάσαντα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

μήν.

© 2026 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top