Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοι ο Θεός ημών, δόξα σοι.
Βασιλεύ ουράνιε, παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.
Δόξα Πατρί, και Υιώ και αγίω Πνεύματι. Καί νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς, Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επισκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου, Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί, και Υιώ και αγίω Πνεύματι. Καί νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, έλθετω η βασιλεία σου, γενηθήτω το θέλημά σου, ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς βα΄ (21ος) τῷ Δαυΐδ.
Ο ΘΕΟΣ, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ ᾿Ισραήλ. ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿ ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες. ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα ᾿Ιακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα ᾿Ισραήλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.
Ἡ Δέησις.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
«Κύριε ἐλέησον» γ΄
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
«Κύριε ἐλέησον» γ΄
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως, διαφυλάξεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
«Κύριε ἐλέησον» γ΄
Ἔτι δεόμεθα καὶ ὑπέρ τῶν ἐν πάσῃ θλίψει, πτωχείᾳ, ἀνεργίᾳ, ἀνάγκῃ και περιστάσει ὂντων, τῶν σεισμοπλήκτων, τῶν πυροπαθῶν, τῶν πλημμυροπαθῶν, τῶν πενθούντων, τῶν ἐν ἀσθενίαις κατακειμένων, ἐξαιρέτως δέ ὑπέρ πάντων τῶν ἐν κινδύνῳ πυρκαϊᾶς εὑρισκομένων ἀδελφῶν ἡμῶν, ὑπέρ ἀντιλήψεως, διαφυλάξεως, ἐνισχύσεως καί ἀπολυτρώσεως αὐτῶν, καί ὑπέρ πάσης ψυχῆς χριστιανῶν θλιβομένης καί καταπονουμένης, ἐλέους Θεοῦ καί βοηθείας ἐπιδεομένης καὶ συγχώρησον αὐτοῖς πᾶν πλημμέλημα, ἑκούσιον τε καὶ ἀκούσιον.
«Κύριε ἐλέησον» γ΄
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, τῶν πυροπλήκτων ἀδελφῶν ἡμῶν, ὑπέρ ὑγείας, ἐνισχύσεως καί ἀποκατάστεως αὐτῶν, καί ὑπέρ τῶν πυροσβεστῶν καί πάντων τῶν ἐργαζομένων διά τήν κατάσβεσιν τῶν πυρκαϊῶν εἰς τήν πατρίδα ἡμῶν, ὑγείας, σωτηρίας καί θείας βοηθείας ὑπέρ αὐτῶν εἴπωμεν
«Κύριε ἐλέησον» γ΄
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
«Κύριε ἐλέησον» γ΄
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἀμήν.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἡ Εὐχή εις τον Κύριον ημών Ιησούν Χριστόν
Δέσποτα Πολυέλεε καὶ Φιλάνθρωπε, ὁ Φῶς οἰκῶν ἀπρόσιτον, ὁ Μεγαλουργός καὶ Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων, ὁ Ἰσχυρός, ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶ διακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ δεόμεθα, ἱλέῳ ὄμματι ἐπί τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἥν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.
Ἴδε τὴν ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμόν τῶν δούλων σου. Ἐπίβλεψον οἰκτιρμόνως ἐπί τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας χλοερούς τὸ πρότερον τόπους. Πρόσχες ἐπί τὰ πετεινά ταῦτα τοῦ οὐρανοῦ καὶ ἐπί τὰ ζωα τοῦ δρυμοῦ, τὰ καλά λίαν ἔργα τῶν χειρῶν Σου.
Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶ εὐδοκίαν, ὁ διδούς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων καὶ περί πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.
Ἐξαπόστειλον τὸν Λόγον Σου, Δέσποτα, καὶ στῆσον τὴν μάστιγα. Πνεύσει τὸ Πνεῦμά Σου καὶ ῥυήσονται ὕδατα. Ὡς ὄμβρος εἰρηνικός ἐπ’ἄγρωστιν καὶ ὡσεί νιφετός, οἷα σποδός πάσσοντος, ἐπί χόρτον, οὕτω καταβήτω εφ’ἡμᾶς καὶ τὴν πλᾶσιν ἅπασαν τὸ ἔλεός Σου. Καὶ βλαστησάτω τοίνυν ἡ γῆ βοτάνην χόρτου ὡς τάχιστα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει τῇ σῇ Χάριτι καὶ εὐμενείᾳ τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀγαλλίασιν οἱ βουνοί αὖθις περιζώσονται. Καὶ ἀναβήσεται μυρσίνη καὶ κυπάρισσος, ἄρκευθοι ἀειθαλλεῖς καὶ κέδρα τοῦ Λιβάνου.
Σέ ἱκετεύομεν, Κύριε, καί Σέ παρακαλοῦμεν, καταβήτω ἐφ’ἡμᾶς καὶ τὴν πλᾶσιν ἅπασαν τὸ ἔλεός Σου, κατάσβεσον πάσας τάς πυρκαϊάς καί τάς ἀναζωπυρήσεις, διάλυσον ἀπειλήν καί ὀργήν πυρός καί διάσωσον καί διαφύλαξον πάντα ἄνθρωπον, καί προστάτευσον τῆς γῆς πανίδα καί χλωρίδα, τά σά δημιουργήματα. Φρούρησον καἰ ὀχύρωσον τῇ θείᾳ Σου ἐπιστασίᾳ τήν πατρίδα ἡμῶν, ἀποσοβῶν ἀπ’ αὐτῆς πᾶσαν ὀργήν πυρός. «Οἴδαμεν γάρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καί συνωδίνει ἄχρι τοῦ νῦν».
Βοήθησον δέ, ἐν τῇ ὑπηρεσία αὐτῶν πάντας τούς ἐργαζομένους διά τήν κατάσβεσιν τῶν πυρκαϊῶν, τούς πυροσβέστας καί τούς συνεργούς αὐτῶν, τούς ἐθελοντάς, τάς ἐνόπλους δυνάμεις καί τά σώματα ἀσφαλείας, καί ἐνίσχυσον, ἐνδυνάμωσον καί ἐμψύχωσον αὐτούς πρός ἐπιτέλεσιν τοῦ μεγάλου ἔργου αὐτῶν.
Ὅτι Σὺ ὑπάρχεις προσκυνητός καὶ ὑπεράγαθος, ἐλπίς καὶ εὐεργέτης τῆς ζωῆς ἡμῶν, καὶ Σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Εὐχή εἰς τήν Ὑπεραγίαν Θεοτόκον.
Ὑπεραγία Δέσποινα Θεοτόκε, ἡ ἐλπίς καί προστασία πάντων ἡμῶν, σκέπη καί παράκλησις, τῶν ἐν ἀνάγκαις βοηθός, τῶν καταπονουμένων ἀντίληψις, τῶν ἀσθενούντων ἰατρός. Εἶδες τήν ἀνάγκην ἡμῶν καί τήν θλίψιν, ἐκύκλωσεν ἡμᾶς ἡ τοῦ πυρός ὀλέθριος ἀπειλή καί οὐκ ἔχομεν ἄλλην πλήν Σου βοηθόν. Δι’ ὅ Σέ ἱκετεύομεν, ἔκτεινον χεῖραν βοήθειας καί ἐνίσχυσον ἡμᾶς τούς ἐν κινδύνοις εὑρισκομένους, ὁδήγησον τά διαβήματα ἡμῶν, θεράπευσον τούς πληγέντας, παραμύθησον τούς ἀπελπισμένους.
Πανοικτίρμον Δέσποινα, πάντων Ἄνασσα, Κυρία Θεοτόκε! Εἰς τήν Σήν σκέπην ἐλπίζομεν, τήν Σήν προστασίαν ἐπιζητοῦντες· καί παρακαλοῦμεν Σε, ἐπάκουσον τάς εὐχάς καί ἱκεσίας πάντων ἡμῶν τῶν εἰς Σέ προστρεχόντων καί μή παρίδῃς τούς στεναγμούς τῶν καρδιῶν ἡμῶν καί τά δάκρυα, ἀλλά προσάγαγε τάς ἡμετέρας δεήσεις ἐνώπιον τοῦ Υἱοῦ Σου, πρέσβευε ὑπέρ ἡμῶν τῶν ἁμαρτωλῶν καί ἱκέτευσον τόν Υἱόν Σου καί Θεόν ἡμῶν ἵνα γένηται ἵλεος καί μή ἀποστρέψῃ τό πρόσωπον Αὐτοῦ ἀφ’ ἡμῶν. Δύνασαι γάρ καί ἰσχύεις ὅσα θέλεις καί βούλεσαι. Ἵνα καί ἡμεῖς τῶν κινδύνων λελυτρωμένοι, τό Σόν πανάγιον ὄνομα μεγαλύνομεν καί τόν τόκον Σου δοξάζομεν εἰς τούς αἰῶνας, ὅτι Σύ ἡ προστασία ἡμῶν, ἡ ἐλπίς, ἡ σκέπη, τῆς χαρᾶς καί τῆς σωτηρίας τό ἀκένωτον πέλαγος. Ἀμήν.
Δι’ ευχών των άγιων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς.
Αμήν.
