Ἀπολυτίκιο. Ἦχος γ’. Θείας πίστεως.
Φῶς ἐκλάμπουσα, τῶν ἰαμάτων, κόσμῳ δέδεικται, τῶν σῶν λειψάνων, Ἱερομάρτυς ἡ θήκη ἡ ἔνθεος· ἧς τὴν σεπτὴν κομιδὴν ἑορτάζοντες, ἁγιασμὸν ἀληθῆ κομιζόμεθα. Φωκᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς θησαυρὸν ἀνέκλειπτον, τῆς δωρεᾶς τοῦ Πνεύματος, τῶν ἱερῶν σου λειψάνων τὴν λάρνακα, περικυκλοῦντες ἔνδοξε, ψυχικῶν νοσημάτων, καὶ παντοίων παθῶν ἰάσεις λαμβάνομεν, Φωκᾶ ἀνευφημοῦντες, τὰ θεῖά σου κατορθώματα.
Μεγαλυνάριον.
Βρύει τοῖς ἐν κόσμῳ ποταμηδόν, ἐκ πηγῶν ἀΰλων, σωτηρίους ἐπιρροάς, ἡ σεπτή σου θήκη, Φωκᾶ Ἱερομάρτυς, ἐξ ὧν ἀεὶ ἀντλοῦντες, σὲ μεγαλύνομεν.
