WHAT ARE YOU LOOKING FOR?

Popular Tags

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιο. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Βρυούλλων ἀγλάϊσμα, καὶ ἀντιλήπτωρ θερμός, ἐδείχθης Νεκτάριε, ὡς Ἀθλητὴς τοῦ Χριστοῦ, ἐσχάτοις ἐν ἔτεσι· σὺ γὰρ καλῶς ἀσκήσας, ἐν τῷ ὄρει τοῦ Ἄθω, ἤθλησας θεοφρόνως, καὶ καθεῖλες τὸν ὄφιν· διὸ σὲ Ὁσιομάρτυς, πόθω γεραίρομεν.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ θεῖον νέκταρ, τῇ ἐν τῷ Ἄθῳ ἐναρέτῳ ζωῇ σου, ἐν τῇ ψυχῇ δεξάμενος Νεκτάριε, ἔδραμες πρὸς ἄθλησιν, στερροτάτῃ καρδίᾳ καὶ Χριστὸν ἐδόξασας, τοῖς σεπτοῖς σου ἀγῶσι, καὶ παρ’ αὐτοῦ ἀξίως δοξασθείς, ὑπὲρ τοῦ κόσμου, πρεσβεύεις ἑκάστοτε.

Μεγαλυνάριον.
Χαίροις ὁ Βρυούλλων θεῖος βλαστός, ὁ νέκταρ πηγάζων, ταῖς καρδίαις τῶν εὐσεβῶν, ἀγάπης τῆς θείας, τῶν πόθῳ σε τιμώντων, σοφὲ Ὁσιομάρτυς, θεῖε Νεκτάριε.

© 2026 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top