Πηγή: http://www.synaxarion.gr/gr/index.aspx
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Νικήσας τὸν δόλιον, ἀσκητικαῖς ἀγωγαῖς, κανὼν ἐχρημάτισας, τῶν σῶν κλεινῶν φοιτητῶν, ἀκρότητι βίου σου· ὅθεν σὺν τούτοις ἅμα, γεγονὼς ἐν τῇ Δύσει, ἔδυσας ἐν ἀθλήσει, σὺν αὐτοῖς Πάτερ Νίκων, μεθ' ὧν καὶ κατεφοίτησας αἴγλῇ τῇ ἄνωθεν.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς ἀσκητῶν ὁμότροποι, καὶ ἀθλητῶν ἐφάμιλλοι, μαρτυρικῶς Κυρίῳ προσήχθητε, στερροὶ Ὁσιομάρτυρες· ποδηγὸν ἀσφαλῆ γὰρ, κεκτημένοι τὸν ἔνδοξον Νίκωνα, ἠθλήσατε σὺν τούτῳ, συμψάλλοντες, Ἀλληλούϊα.
Μεγαλυνάριον.
Νίκῃ στεφανούμενος ἀληθεῖ, πρὸς πόθον παιδεύεις, παλαισμάτων νικοποιῶν, τὴν τῶν φοιτητῶν σου, χορείαν θεοφόρε, μεθ’ ὧν καὶ ἐναθλήσας, νίκων δεδόξασαι.
