Πηγή: http://www.synaxarion.gr/gr/index.aspx
Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Στολὴν ἐνδυσάμενος, ἱεραρχίας πιστῶς, ἀμέμπτως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῶ, Πατὴρ ἡμῶν Σίλβεστρε· ἔχων γὰρ πολιτείᾳ, συνεκλάμποντα λόγον, θαύμασιν ἐβεβαίους, εὐσεβείας τὴν δόξαν, δι’ ἧς οὐρανίου δόξης, ὤφθης συμμέτοχος.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν ἱερεῦσιν ἱερεὺς ἀνεδείχθης, τοῦ Βασιλέως καὶ Θεοῦ θεοφόρε, τῶν Ἀσκητῶν συνόμιλος γενόμενος· ὅθεν συναγάλλῃ νῦν, τοῖς χοροῖς τῶν Ἀγγέλων, Πάτερ εὐφραινόμενος, ἐν τοῖς ἐπουρανίοις. Σίλβεστρε Ῥώμης ἔνδοξε ποιμήν, σῶζε τοὺς πόθῳ, τελοῦντας τὴν μνήμην σου.
Μεγαλυνάριον.
Τῆς ἱεραρχίας σου τὴν στολήν, τρόποις ἐναρέτοις, καὶ θαυμάτων τῇ δωρεᾷ, εὐκλεῶς ποικίλας, πεποικιλμένος ἔβης, Σίλβεστρε Ἱεράρχα, πρὸς τὰ οὐράνια.
