Πηγή: http://www.synaxarion.gr/gr/index.aspx
Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς Λίθος ὑάκινθος, τῆς Ἐκκλησίας Χριστοῦ, ἀστράπτεις τοῖς πέρασι, ταῖς τῶν χαρίτων αὐγαῖς, παμμάκαρ Ὑάκινθε· σὺ γὰρ ὁμολογίᾳ, πυρσωθεὶς εὐσεβείας, ἔλαμψας ἐν ἀθλήσει, τῇ τοῦ Λόγου μιμήσει· ἐντεῦθεν καταφαιδρύνεις, τοὺς σὲ γεραίροντας.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς τερπνὸς ὑάκινθος καὶ πανευώδης, διαπνέεις πάντοτε, τῆς ἀληθείας τὴν ὀσμήν, τοῖς ἐκ ψυχῆς ἐκβοῶσί σοι· χαίροις Μαρτύρων τὸ κλέος Ὑάκινθε.
Μεγαλυνάριον.
Νεότητος ἄνθει ἀθλητικήν, εὔχροιαν ἀνθήσας, ὑακίνθινον καὶ τερπνήν, ἄνθος θυμηδίας, χαρίτων διαπνοίᾳ, ὤφθης τῇ Ἐκκλησίᾳ, Μάρτυς Ὑάκινθε.
