Πηγή: http://www.synaxarion.gr/gr/index.aspx
Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἰσχὺν τὴν ἄμαχον, περιζωσάμενοι, κατεπαλαίσατε, ἐχθρῶν τὰς φάλαγγας, καὶ ἐδοξάσατε Χριστόν, ἀθλήσεως τοῖς ἀγῶσι, Πρόβε παναοίδιμε, ὁ προβὰς πρὸς τὰ κρείττονα, ἔνδοξε Ἀνδρόνικε, Ἐκκλησίας ἐκνίκημα, καὶ Τάραχε πιστῶν ἡ γαλήνη· ὁ τρισαυγὴς Μαρτύρων δῆμος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῆς Τριάδος πρόμαχοι γεγενημένοι, οἱ γενναῖοι Μάρτυρες, Πρόβος καὶ Τάραχος ὁμοῦ, σὺν Ἀνδρονίκῳ ἠρίστευσαν, κατὰ τῆς πλάνης στησάμενοι τρόπαια.
Μεγαλυνάριον.
Τρίφωτος λυχνία μαρτυρική, Τάραχος καὶ Πρόβος, καὶ Ἀδρόνικος οἱ στερροί, ὤφθησαν ἐν κόσμῳ, Τριάδος ὑπερθέου, τὰς τηλαυγεῖς ἐλλάμψεις, ἀεὶ πυρσεύοντες.
