WHAT ARE YOU LOOKING FOR?

Popular Tags

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος πλ. δ’. Ταῖς τῶν δακρύων σου.
Ταῖς ἐπαγρύπνοις προσευχαῖς, ἐν ὀχετοῖς δακρύων τὸν στῦλον κατέβρεχες, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας ποιμήν, τοῖς προσιοῦσι νέμων συγχώρησιν, Λάζαρε Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος πλ. δ’. Τὴ ὑπερμάχω.
Τοὺς ὑπὲρ φύσιν σου σοφὲ πόνους καὶ σκάμματα
Αὐτοὶ οἱ Ἄγγελοι ἰδόντες κατεπλάγησαν,
Δι' ὧν εἴληφας θεόθεν καὶ τοὺς στεφάνους.
Ἀλλ’ ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον,
Ἐκ παντοίων ἡμᾶς σῶζε περιστάσεων,
Ἵνα κράζωμεν, χαίροις Πάτερ ποιμὴν ἡμῶν.

Μεγαλυνάριον.
Ὕλην ἀπορρίψας τὴν γεηράν, ἔσοπτρον ἐδείχθης, τῆς ἀΰλου μαρμαρυγῆς, Λάζαρε παμμάκαρ, ἐν Γαλησίῳ Ὄρει, ὡς ἄϋλος βιώσας, Χριστοῦ τῷ ἔρωτι.

© 2026 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top