Πηγή: http://www.synaxarion.gr/gr/index.aspx
Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασώζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ ἐκ πίστεως. Νίκων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τὴν ἀγγελικὴν μιμούμενος πολιτείαν, κόσμου τὰ τερπνὰ, ὡς σκύβαλα ἐλογίσω, μετανοίας τὴν τρίβον, δεικνύων ἡμῖν, θεοφόρε Νίκων Ὅσιε· διὰ τοῦτό σε γεραίρομεν, ἐκτελοῦντες νῦν τὴν μνήμην σου· ὑπάρχεις γὰρ ἀληθῶς, ἰαμάτων πηγή.
Μεγαλυνάριον.
Νίκην περιφέρων κατὰ παθῶν, τὴν εὔκλειαν ταύτης, διαγράφεις Νίκων σοφέ, τοῖς πᾶσι κηρύττων, τὴν τοῦ Προδρόμου ῥῆσιν· Μετανοεῖτε, ἤγγικεν ἡ ἀπόδοσις.
