WHAT ARE YOU LOOKING FOR?

Popular Tags

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θεῷ τῷ ἐν σώματι, ἐπιφανέντι ἡμῖν, ὁσίως ἐλάτρευσας δι' ἐνάρετου ζωῆς, Θεόφανες Ὅσιε· πᾶσαν γὰρ τὴν προσοῦσαν, ὕπαρξιν ἀπορρίψας, ἄθλους ὁμολογίας, τῇ ἀσκήσει συνάπτεις· ἐντεῦθεν δι' ἀμφοτέρων, φαίνεις τοῖς πέρασι.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μοναζώντων θεόπνευστον ἐγκαλλώπισμα, Θεόφανες σοφέ· ὑπὲρ εἰκόνων ἁγίων ἤθλησας, λύρα τοῦ Πνεύματος, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τῆς ζωαρχικῆς, τοῦ Λόγου θεοφανείας, σκεῦος ἐκλεκτόν, Θεόφανες καὶ θεράπων, τῷ ἐνθέῳ σου βίῳ, θεόφρον γενόμενος, τὴν Εἰκόνα τὴν ἐνσώματον, τοῦ Χριστοῦ σεπτῶς ἐτίμησας, ὁμιλήσας πολλαῖς θλίψεσιν· ἀνθ’ ὧν θαυμάτων πηγήν, εἴληφας ἐκ Θεοῦ.

Ἕτερον Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους λαβῶν, τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες σπουδῇ, ἐκ μέσου τῶν θορύβων, καὶ μονάσας Ὅσιε· ἐνεργείας θαυμάτων εἴληφας, καὶ προφητείας χαρίσματα, συμβίου καὶ πλούτου στερούμενος.

Μεγαλυνάριον.
Τῆς θεοφανείας τῆς μυστικῆς, βίῳ ὑπερτέρῳ, θησαυρίσας τὴν μετοχήν, θέσει ἐθεώθης, Θεοφάνες θεόφρον, καὶ ὤφθης Ἐκκλησίας, στῦλος θεόφωτος.

© 2026 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top