Πηγή: http://www.synaxarion.gr/gr/index.aspx
Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ ἐπιπνοίᾳ, προκατήγγειλας, Θεοῦ Προφῆτα, ἐσομένων μυστηρίων τὴν ἔκβασιν· τὴν τοῦ Σωτῆρος ἀπόρρητον κένωσιν, καὶ αἰωνίων νεκρῶν τὴν ἀνάστασιν· Ἰεζεκιὴλ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος γ’. Θείας πίστεως.
Καταυγασθεὶς τῇ θεϊκῇ ἐπιλάμψει, τῆς προφητείας, ὑπεδέξω τὴν χάριν, προζωγραφῶν τὰ μέλλοντα τῷ κόσμῳ τυπικῶς, πύλην ἀδιόδευτον, προϊδὼν τὴν Παρθένον, ἐξ ἧς ὁ Λόγος ἔλαμψεν, ὡς ποιμὴν ἐν τῷ κόσμῳ, Ἰεζεκιὴλ Προφῆτα τοῦ Θεοῦ, καὶ τῆς κατάρας ἡμᾶς ἐλυτρώσατο.
Μεγαλυνάριον.
Ἔσοπτρον ἐδείχθης εἰλικρινές, Τρισηλίου δόξης, ὦ Προφῆτα Ἰεζεκιήλ, καὶ τῶν ἐσομένων, ἐδέξω τὰς ἐμφάσεις, Χριστοῦ προαγορεύσας, τὴν ἐνανθρώπησιν.
